Psalms 23

PSALM 23

The LORD Tends Me

ψαλμός τω Δαυίδ

1κύριος ποιμαίνει με και ουδέν με υστερήσει 2εις τόπον χλόης εκεί με κατεσκήνωσεν επί ύδατος αναπαύσεως εξέθρεψέ με 3την ψυχήν μου επέστρεψεν ωδήγησέ με επί τρίβους δικαιοσύνης ένεκεν του ονόματος αυτού 4εάν γαρ και πορευθώ εν μέσω σκιάς θανάτου ου φοβηθήσομαι κακά ότι συ μετ΄ εμού ει η ράβδος σου και η βακτηρία σου αύταί με παρεκάλεσαν 5ητοίμασας ενώπιόν μου τράπεζαν εξεναντίας των θλιβόντων με ελίπανας εν ελαίω την κεφαλήν μου και το ποτήριόν σου μεθύσκον με ωσεί κράτιστον 6και το έλεός σου καταδιώξει με πάσας τας ημέρας της ζωής μου και το κατοικείν με εν οίκω κυρίου εις μακρότητα ημερών
Copyright information for ABPGRK