Psalms 24

PSALM 24

The Earth is The LORD's

ψαλμός τω Δαυίδ της μιάς των σαββάτων

του κυρίου η γη και το πλήρωμα αυτής η οικουμένη και πάντες οι κατοικούντες εν αυτή αυτός επί θαλασσών εθεμελίωσεν αυτήν και επί ποταμών ητοίμασεν αυτήν τις αναβήσεται εις το όρος του κυρίου η τις στήσεται εν τόπω αγίω αυτού αθώος χερσί και καθαρός τη καρδία ος ουκ έλαβεν επί ματαίω την ψυχήν αυτού και ουκ ώμοσεν επί δόλω τω πλησίον αυτού ούτος λήψεται ευλογίαν παρά κυρίου και ελεημοσύνην παρά θεού σωτήρος αυτού αύτη η γενεά ζητούντων τον κύριον ζητούντων το πρόσωπον του θεού Ιακώβ άρατε πύλας οι άρχοντες υμών και επάρθητε πύλαι αιώνιοι και εισελεύσεται ο βασιλεύς της δόξης τις εστιν ούτος ο βασιλεύς της δόξης κύριος κραταιός και δυνατός κύριος δυνατός εν πολέμω άρατε πύλας οι άρχοντες υμών και επάρθητε πύλαι αιώνιοι και εισελεύσεται ο βασιλεύς της δόξης 10 τις εστιν ούτος ο βασιλεύς της δόξης κύριος των δυνάμεων αυτός εστιν ο βασιλεύς της δόξης
Copyright information for ABPGRK