Psalms 25

PSALM 25

The LORD is Truth and Mercy

ψαλμός τω Δαυίδ

προς σε κύριε ήρα την ψυχήν μου ο θεός μου επί σοι πέποιθα μη καταισχυνθείην εις τον αιώνα μηδέ καταγελάσατωσάν με οι εχθροί μου και γαρ πάντες οι υπομένοντές σε ου μη καταισχυνθώσιν αισχυνθήτωσαν οι ανομούντες διακενής τας οδούς σου κύριε γνώρισόν μοι και τας τρίβους σου δίδαξόν με οδήγησόν με επί την αλήθειάν σου και δίδαξόν με ότι συ ει ο θεός ο σωτήρ μου και σε υπέμεινα όλην την ημέραν μνήσθητι των οικτιρμών σου κύριε και τα ελέη σου ότι από του αιώνός εισιν αμαρτίας νεότητός μου και αγνοίας μου μη μνησθής κατά το έλεός σου μνήσθητί μου συ ένεκεν της χρηστότητός σου κύριε χρηστός και ευθής ο κύριος διά τούτο νομοθετήσει αμαρτάνοντας εν οδώ οδηγήσει πραείς εν κρίσει διδάξει πραείς οδούς αυτού 10 πάσαι αι οδοί κυρίου έλεος και αλήθεια τοις εκζητούσι την διαθήκην αυτού και τα μαρτύρια αυτού 11 ένεκεν του ονόματός σου κύριε και ιλάσθητι τη αμαρτία μου πολλή γαρ εστι 12 τις εστιν άνθρωπος ο φοβούμενος τον κύριον νομοθετήσει αυτώ εν οδώ η ηρετίσατο 13 η ψυχή αυτού εν αγαθοίς αυλισθήσεται και το σπέρμα αυτού κληρονομήσει γην 14 κραταίωμα κύριος των φοβουμένων αυτόν και η διαθήκη αυτού δηλώσει αυτοίς 15 οι οφθαλμοί μου διαπαντός προς τον κύριον ότι αυτός εκσπάσει εκ παγίδος τους πόδας μου 16 επίβλεψον επ΄ εμέ και ελέησόν με ότι μονογενής και πτωχός ειμι εγώ 17 αι θλίψεις της καρδίας μου επληθύνθησαν εκ των αναγκών μου εξάγαγέ με 18 ίδε την ταπείνωσίν μου και τον κόπον μου και άφες πάσας τας αμαρτίας μου 19 ίδε τους εχθρούς μου ότι επληθύνθησαν και μίσος άδικον εμίσησάν με 20 φύλαξον την ψυχήν μου και ρύσαί με μη καταισχυνθείην ότι ήλπισα επί σε 21 άκακοι και ευθείς εκολλώντό μοι ότι υπέμεινά σε κύριε 22 λύτρωσαι ο θεός τον Ισραήλ εκ πασών των θλίψεων αυτού
Copyright information for ABPGRK