Psalms 26

PSALM 26

The LORD Sets the Hearts on Fire

ψαλμός τω Δαυίδ

κρίνόν με κύριε ότι εγώ εν ακακία μου επορεύθην και επί τω κυρίω ελπίζων ου μη ασθενήσω δοκίμασόν με κύριε και πείρασόν με πύρωσον τους νεφρούς μου και την καρδίαν μου ότι το έλεός σου κατέναντι των οφθαλμών μου εστί και ευηρέστησα εν τη αληθεία σου ουκ εκάθισα μετά συνεδρίου ματαιότητος και μετά παρανομούντων ου μη εισέλθω εμίσησα εκκλησίαν πονηρευομένων και μετά ασεβών ου μη καθίσω νίψομαι εν αθώοις τας χείράς μου και κυκλώσω το θυσιαστήριόν σου κύριε του ακούσαί με φωνής αινέσεώς σου και διηγήσασθαι πάντα τα θαυμάσιά σου κύριε ηγάπησα ευπρέπειαν οίκου σου και τόπον σκηνώματος δόξης σου μη συναπολέσης μετά ασεβών την ψυχήν μου και μετά ανδρών αιμάτων την ζωήν μου 10 ων εν χερσίν αι ανομίαι η δεξιά αυτών επλήσθη δώρων 11 εγώ δε εν ακακία μου επορεύθην λύτρωσαί με και ελέησόν με 12 ο πους μου έστη εν ευθύτητι εν εκκλησίαις ευλογήσω σε κύριε
Copyright information for ABPGRK