Psalms 29

PSALM 29

The Voice of The LORD is Majestic

ψαλμός τω Δαυίδ εξοδίου σκηνής

1ενέγκατε τω κυρίω υιοί θεού ενέγκατε τω κυρίω υιούς κριών ενέγκατε τω κυρίω δόξαν και τιμήν 2ενέγκατε τω κυρίω δόξαν ονόματι αυτού προσκυνήσατε τω κυρίω εν αυλή αγία αυτού 3φωνή κυρίου επί των υδάτων ο θεός της δόξης εβρόντησε κύριος επί υδάτων πολλών 4φωνή κυρίου εν ισχύϊ φωνή κυρίου εν μεγαλοπρεπεία 5φωνή κυρίου συντρίβοντος κέδρους και συντρίψει κύριος τας κέδρους του Λιβάνου 6και λεπτυνεί αυτάς ως τον μόσχον τον Λίβανον και ο ηγαπημένος ως υιός μονοκερώτων 7φωνή κυρίου διακόπτοντος φλόγα πυρός 8φωνή κυρίου συσσείοντος έρημον και συσσείσει κύριος την έρημον Κάδης 9φωνή κυρίου καταρτιζομένη ελάφους και αποκαλύψει δρυμούς και εν τω ναώ αυτού πας τις λέγει δόξαν 10κύριος τον κατακλυσμόν κατοικιεί και καθιείται κύριος βασιλεύς εις τον αιώνα 11κύριος ισχύν τω λαώ αυτού δώσει κύριος ευλογήσει τον λαόν αυτού εν ειρήνη
Copyright information for ABPGRK