Psalms 3

PSALM 3

The LORD is Our Protector

ψαλμός τω Δαυίδ οπότε απεδίδρασκεν από προσώπου Αβεσαλώμ του υιού αυτού

κύριε τι επληθύνθησαν οι θλίβοντές με πολλοί επανίστανται επ΄ εμέ πολλοί λέγουσι τη ψυχή μου ουκ έστι σωτηρία αυτώ εν τω θεώ αυτού διάψαλμα συ δε κύριε αντιλήπτωρ μου ει δόξα μου και υψών την κεφαλήν μου φωνή μου προς κύριον εκέκραξα και επήκουσέ μου εξ όρους αγίου αυτού εγώ δε εκοιμήθην και ύπνωσα εξηγέρθην ότι κύριος αντιλήψεταί μου ου φοβηθήσομαι από μυριάδων λαού των κύκλω συνεπιτιθεμένων μοι ανάστα κύριε σώσόν με ο θεός μου ότι συ επάταξας πάντας τους εχθραίνοντάς μοι ματαίως οδόντας αμαρτωλών συνέτριψας του κυρίου η σωτηρία και επί τον λαόν σου η ευλογία σου
Copyright information for ABPGRK