Psalms 30

PSALM 30

The LORD is My Helper

ψαλμός ωδής του εγκαινισμού του οίκου Δαυίδ

1υψώσω σε κύριε ότι υπέλαβές με και ουκ εύφρανας τους εχθρούς μου επ΄ εμέ 2κύριε ο θεός μου εκέκραξα προς σε και ιάσω με 3κύριε ανήγαγες εξ άδου την ψυχήν μου έσωσάς με από των καταβαινόντων εις λάκκον 4ψάλατε τω κυρίω οι όσιοι αυτού και εξομολογείσθε τη μνήμη της αγιωσύνης αυτού 5ότι οργή εν τω θυμώ αυτού και ζωή εν τω θελήματι αυτού το εσπέρας αυλισθήσεται κλαυθμός και εις τοπρωϊ αγαλλίασις 6εγώ δε είπα εν τη ευθηνία μου ου μη σαλευθώ εις τον αιώνα 7κύριε εν τω θελήματί σου παρέσχου τω κάλλει μου δύναμιν απέστρεψάς δε το πρόσωπόν σου και εγενήθην τεταραγμένος 8προς σε κύριε κεκράξομαι και προς τον θεόν μου δεηθήσομαι 9τις ωφέλεια εν τω αίματί μου εν τω καταβαίνειν με εις διαφθοράν μη εξομολογήσεταί σοι χους η αναγγελεί την αλήθειάν σου 10ήκουσε κύριος και ηλέησέ με κύριος εγενήθη βοηθός μου 11έστρεψας τον κοπετόν μου εις χαράν εμοί διέρρηξας τον σάκκον μου και περιέζωσάς με ευφροσύνην 12όπως αν ψάλη σοι η δόξα μου και ου μη κατανυγώ κύριε ο θεός μου εις τον αιώνα εξομολογήσομαί σοι
Copyright information for ABPGRK