Psalms 31

PSALM 31

The LORD is Our Refuge

εις το τέλος ψαλμός τω Δαυίδ εκστάσεως

επί σοι κύριε ήλπισα μη καταισχυνθείην εις τον αιώνα εν τη δικαιοσύνη σου ρύσαί με και εξελού με κλίνον προς με το ους σου τάχυνον του εξελέσθαι με γενού μοι εις θεόν υπερασπιστήν και εις οίκον καταφυγής του σώσαί με ότι κραταίωμά μου και καταφυγή μου ει συ και ένεκεν του ονόματός σου οδηγήσεις με και διαθρέψεις με εξάξεις με εκ παγίδος ταύτης ης έκρυψάν μοι ότι συ ει ο υπερασπιστής μου κύριε εις χείρας σου παραθήσομαι το πνεύμά μου ελυτρώσω με κύριε ο θεός της αληθείας εμίσησας τους διαφυλάσσοντας ματαιότητας διακενής εγώ δε επί τω κυρίω ήλπισα αγαλλιάσομαι και ευφρανθήσομαι επί τω ελέει σου ότι επείδες επί την ταπείνωσίν μου έσωσας εκ των αναγκών την ψυχήν μου και ου συνέκλεισάς με εις χείρας εχθρών έστησας εν ευρυχώρω τους πόδας μου ελέησόν με κύριε ότι θλίβομαι εταράχθη εν θυμώ ο οφθαλμός μου η ψυχή μου και η γαστήρ μου 10 ότι εξέλιπεν εν οδύνη η ζωή μου και τα έτη μου εν στεναγμοίς ησθένησεν εν πτωχεία η ισχύς μου και τα οστά μου εταράχθησαν 11 παρά πάντας τους εχθρούς μου εγενήθην όνειδος και τοις γείτοσί μου σφόδρα και φόβος τοις γνωστοίς μου οι θεωρούντές με έξω έφυγον απ΄ εμού 12 επελήσθην ωσεί νεκρός από καρδίας εγενήθην ωσεί σκεύος απολωλός 13 ότι ήκουσα ψόγον πολλών παροικούντων κυκλόθεν εν τω συναχθήναι αυτούς άμα επ΄ εμέ του λαβείν την ψυχήν μου εβουλεύσαντο 14 εγώ δε επί σοι κύριε ήλπισα είπα συ ει ο θεός μου 15 εν ταις χερσί σου οι κλήροί μου ρύσαί με εκ χειρός εχθρών μου και εκ των καταδιωκόντων με 16 επίφανον το πρόσωπόν σου επί τον δούλόν σου σώσόν με εν τω ελέει σου 17 κύριε μη καταισχυνθείην ότι επεκαλεσάμην σε αισχυνθείησαν οι ασεβείς και καταχθείησαν εις άδου 18 άλαλα γενηθήτω τα χείλη τα δόλια τα λαλούντα κατά του δικαίου ανομίαν εν υπερηφανία και εξουδενώσει 19 ως πολύ το πλήθος της χρηστότητός σου κύριε ης έκρυψας τοις φοβουμένοις σε εξειργάσω τοις ελπίζουσιν επί σε εναντίον των υιών των ανθρώπων 20 κατακρύψεις αυτούς εν αποκρύφω του προσώπου σου από ταραχής ανθρώπων σκεπάσεις αυτούς εν σκηνή από αντιλογίας γλωσσών 21 ευλογητός κύριος ότι εθαυμάστωσε το έλεος αυτού εν πόλει περιοχής 22 εγώ δε είπα εν τη εκστάσει μου απέρριμμαι από προσώπου των οφθαλμών σου διά τούτο εισήκουσας της φωνής της δεήσεώς μου εν τω κεκραγέναι με προς σε 23 αγαπήσατε τον κύριον πάντες οι όσιοι αυτού ότι αληθείας εκζητεί κύριος και ανταποδίδωσι τοις περισσώς ποιούσιν υπερηφανίαν 24 ανδρίζεσθε και κραταιούσθω η καρδία υμών πάντες οι ελπίζοντες επί κύριον
Copyright information for ABPGRK