Psalms 32

PSALM 32

David Confesses His Lawlessness

ψαλμός τω Δαυίδ συνέσεως

μακάριοι ων αφέθησαν αι ανομίαι και ων επεκαλύφθησαν αι αμαρτίαι μακάριος ανήρ ω ου μη λογίσηται κύριος αμαρτίαν ουδέ έστιν εν τω στόματι αυτού δόλος ότι εσίγησα επαλαιώθη τα οστά μου από του κράζειν με όλην την ημέραν ότι ημέρας και νυκτός εβαρύνθη επ΄ εμέ η χειρ σου εστράφην εις ταλαιπωρίαν εν τω εμπαγήναί μοι άκανθαν την ανομίαν μου εγνώρισα και την αμαρτίαν μου ουκ εκάλυψα είπα εξαγορεύσω κατ΄ εμού την ανομίαν μου τω κυρίω και συ αφήκας την ασέβειαν της καρδίας μου διάψαλμα υπέρ ταύτης προσεύξεται προς σε πας όσιος εν καιρώ ευθέτω πλην εν κατακλυσμώ υδάτων πολλών προς αυτόν ουκ εγγιούσι συ μου ει καταφυγή από θλίψεως της περιεχούσης με το αγαλλίαμά μου λύτρωσαί με από των κυκλωσάντων με διάψαλμα συνετίω σε και συμβιβώ σε εν οδώ ταύτη η πορεύση επιστηριώ επί σε τους οφθαλμούς μου μη γίνεσθε ως ίππος και ημίονος οις ουκ έστι σύνεσις εν κημώ και χαλινώ τας σιαγόνας αυτών άγξαις των μη εγγιζόντων προς σε 10 πολλαί αι μάστιγες του αμαρτωλού τον δε ελπίζοντα επί κύριον έλεος κυκλώσει 11 ευφράνθητε επί κύριον και αγαλλιάσθε δίκαιοι και καυχάσθε πάντες οι ευθείς τη καρδία
Copyright information for ABPGRK