Psalms 34

PSALM 34

The LORD Rescues from Afflictions

ψαλμός τω Δαυίδ ότε ηλλοίωσε το πρόσωπον αυτού εναντίον Αβιμέλεχ και απέλυσεν αυτόν και απήλθεν

ευλογήσω τον κύριον εν παντί καιρώ διαπαντός η αίνεσις αυτού εν τω στόματί μου εν τω κυρίω επαινεθήσεται η ψυχή μου ακουσάτωσαν πραείς και ευφρανθήτωσαν μεγαλύνατε τον κύριον συν εμοί και υψώσωμεν το όνομα αυτού επιτοαυτό εξεζήτησα τον κύριον και επήκουσέ μου και εκ πασών των θλίψεων μου ερρύσατό με προσέλθατε προς αυτόν και φωτίσθητε και τα πρόσωπα υμών ου μη καταισχυνθή ούτος ο πτωχός εκέκραξε και ο κύριος εισήκουσεν αυτού και εκ πασών των θλίψεων αυτού έσωσεν αυτόν παρεμβαλεί άγγελος κυρίου κύκλω των φοβουμένων αυτόν και ρύσεται αυτούς γεύσασθε και ίδετε ότι χρηστός ο κύριος μακάριος ανήρ ος ελπίζει επ΄ αυτόν φοβήθητε τον κύριον πάντες οι άγιοι αυτού ότι ουκ έστιν υστέρημα τοις φοβουμένοις αυτόν 10 πλούσιοι επτώχευσαν και επείνασαν οι δε εκζητούντες τον κύριον ουκ ελαττωθήσονται παντός αγαθού 11 δεύτε τέκνα ακούσατέ μου φόβον κυρίου διδάξω υμάς 12 τις εστιν άνθρωπος ο θέλων ζωήν αγαπών ημέρας ιδείν αγαθάς 13 παύσον την γλώσσάν σου από κακού και χείλη σου του μη λαλήσαι δόλον 14 έκκλινον από κακού και ποίησον αγαθόν ζήτησον ειρήνην και δίωξον αυτήν 15 οι οφθαλμοί κυρίου επί δικαίους και ώτα αυτού εις δέησιν αυτών 16 πρόσωπον δε κυρίου επί ποιούντας κακά του εξολοθρεύσαι εκ γης το μνημόσυνον αυτών 17 εκέκραξαν οι δίκαιοι και ο κύριος εισήκουσεν αυτών και εκ πασών των θλίψεων αυτών ερρύσατο αυτούς 18 εγγύς κύριος τοις συντετριμμένοις την καρδίαν και τους ταπεινούς τω πνεύματι σώσει 19 πολλαί αι θλίψεις των δικαίων και εκ πασών αυτών ρύσεται αυτούς ο κύριος 20 φυλάσσει κύριος πάντα τα οστα αυτών εν εξ αυτών ου συντριβήσεται 21 θάνατος αμαρτωλών πονηρός και οι μισούντες το δίκαιον πλημμελήσουσι 22 λυτρώσεται κύριος ψυχάς δούλων αυτού και ου μη πλημμελήσουσι πάντες οι ελπίζοντες επ΄ αυτόν
Copyright information for ABPGRK