Psalms 35

PSALM 35

The LORD Pleads Our Cause

ψαλμός τω Δαυίδ

1δίκασον κύριε τους αδικούντάς με πολέμησον τους πολεμούντάς με 2επιλαβού όπλου και θυρεού και ανάστηθι εις βοήθειάν μου 3έκχεον ρομφαίαν και σύγκλεισον εξεναντίας των καταδιωκόντων με είπον τη ψυχή μου σωτηρία σου ειμί εγώ 4αισχυνθήτωσαν και εντραπήτωσαν οι ζητούντες την ψυχήν μου αποστραφήτωσαν εις τα οπίσω και καταισχυνθήτωσαν οι λογιζόμενοί μοι κακά 5γενηθήτωσαν ωσεί χνους κατά πρόσωπον ανέμου και άγγελος κυρίου εκθλίβων αυτούς 6γενηθήτω η οδός αυτών σκότος και ολίσθημα και άγγελος κυρίου καταδιώκων αυτούς 7ότι δωρεάν έκρυψάν μοι διαφθοράν παγίδος αυτών μάτην ωνείδισαν την ψυχήν μου 8ελθέτω αυτώ παγίς ην ου γινώσκει και η θήρα ην έκρυψε συλλαβέτω αυτόν και εν τη παγίδι πεσείται εν αυτή 9η δε ψυχή μου αγαλλιάσεται επί τω κυρίω τερφθήσεται επί τω σωτηρίω αυτού 10πάντα τα οστά μου ερούσι κύριε κύριε τις όμοιός σοι ρυόμενος πτωχόν εκ χειρός στερεωτέρων αυτού και πτωχόν και πένητα από των διαρπαζόντων αυτόν 11αναστάντες μοι μάρτυρες άδικοι α ουκ εγίνωσκον ερώτων με 12ανταπεδίδοσάν μοι πονηρά αντί αγαθών και ατεκνίαν τη ψυχή μου 13εγώ δε εν τω αυτούς παρενοχλείν μοι ενεδυόμην σάκκον και εταπείνουν εν νηστεία την ψυχήν μου και η προσευχή μου εις κόλπον μου αποστραφήσεται 14ως πλησίον ως αδελφώ ημετέρω ούτως ευηρέστουν ως πενθών και σκυθρωπάζων ούτως εταπεινούμην 15και κατ΄ εμού ευφράνθησαν και συνήχθησαν συνήχθησαν επ΄ εμέ μάστιγες και ουκ έγνων διεσχίσθησαν και ου κατενύγησαν 16επείρασάν με εξεμυκτήρισάν με μυκτηρισμώ έβρυξαν επ΄ εμέ τους οδόντας αυτών 17κύριε πότε επόψη αποκατάστησον την ψυχήν μου από της κακουργίας αυτών από λεόντων την μονογενή μου 18εξομολογήσομαί σοι εν εκκλησία πολλή εν λαώ βαρεί αινέσω σε 19μη επιχαρείησάν μοι οι εχθραίνοντές μοι αδίκως οι μισούντες με δωρεάν και διανεύοντες οφθαλμοίς 20ότι εμοί μεν ειρηνικά ελάλουν και επ΄ οργήν δόλους διελογίζοντο 21και επλάτυναν επ΄ εμέ το στόμα αυτών είπον εύγε εύγε είδον οι οφθαλμοί ημών 22είδες κύριε μη παρασιωπήσης κύριε μη αποστής απ΄ εμού 23εξεγέρθητι κύριε και πρόσχες τη κρίσει μου ο θεός μου και ο κυριός μου εις την δίκην μου 24κρίνόν με κύριε κατά την δικαιοσύνην σου κύριε ο θεός μου και μη επιχαρείησάν μοι 25μη είποισαν εν καρδίαις αυτών εύγε εύγε τη ψυχή ημών μηδέ είποιεν κατεπίομεν αυτόν 26αισχυνθείησαν και εντραπείησαν άμα οι επιχαίροντες τοις κακοίς μου ενδυσάσθωσαν αισχύνην και εντροπήν οι μεγαλορρημονούντες επ΄ εμέ 27αγαλλιάσθωσαν και ευφρανθήτωσαν οι θέλοντες την δικαιοσύνην μου και ειπάτωσαν διαπαντός μεγαλυνθήτω ο κύριος οι θέλοντες την ειρήνην του δούλου αυτού 28και η γλώσσά μου μελετήσει την δικαιοσύνην σου όλην την ημέραν τον έπαινόν σου
Copyright information for ABPGRK