Psalms 36

PSALM 36

The LORD Detests the Lawbreaker

εις το τέλος τω παιδί κυρίου τω Δαυίδ

φησίν ο παράνομος του αμαρτάνειν εν εαυτώ ουκ έστι φόβος θεού απέναντι των οφθαλμών αυτού ότι εδόλωσεν ενώπιον αυτού του ευρείν την ανομίαν αυτού και μισήσαι τα ρήματα του στόματος αυτού ανομία και δόλος ουκ ηβουλήθη συνιέναι του αγαθύναι ανομίαν διελογίσατο επί της κοίτης αυτού παρέστη πάση οδώ ουκ αγαθή κακία δε ου προσώχθισε κύριε εν τω ουρανώ το έλεός σου και η αλήθειά σου έως των νεφελών η δικαιοσύνη σου ως όρη θεού τα κρίματά σου άβυσσος πολλή ανθρώπους και κτήνη σώσεις κύριε ως επλήθυνας το έλεός σου ο θεός οι δε υιοί των ανθρώπων εν σκέπη των πτερύγων σου ελπιούσι μεθυσθήσονται από πιότητος οίκου σου και τον χειμάρρουν της τρυφής σου ποτιείς αυτούς ότι παρά σοι πηγή ζωής εν τω φωτί σου οψόμεθα φως 10 παράτεινον το έλεός σου τοις γινώσκουσί σε και την δικαιοσύνην σου τοις ευθέσι τη καρδία 11 μη ελθέτω μοι πους υπερηφανίας και χειρ αμαρτωλού μη σαλεύσαι με 12 εκεί έπεσον πάντες οι εργαζόμενοι την ανομίαν εξώσθησαν και ου μη δύνωνται στήναι
Copyright information for ABPGRK