Psalms 38

PSALM 38

The LORD Sees the Vexed Soul

ψαλμός τω Δαυίδ εις ανάμνησιν περί του σαββάτου

1κύριε μη τω θυμώ σου ελέγξης με μηδέ τη οργή σου παιδεύσης με 2ότι τα βέλη σου ενεπάγησάν μοι και επεστήριξας επ΄ εμέ την χείρά σου 3ουκ έστιν ίασις εν τη σαρκί μου από προσώπου της οργής σου ουκ έστιν ειρήνη εν τοις οστέοις μου από προσώπου των αμαρτιών μου 4ότι αι ανομίαι μου υπερήραν την κεφαλήν μου ωσεί φορτίον βαρύ εβαρύνθησαν επ΄ εμέ 5προσώζεσαν και εσάπησαν οι μώλωπές μου από προσώπου της αφροσύνης μου 6εταλαιπώρησα και κατεκάμφθην έως τέλους όλην την ημέραν σκυθρωπάζων επορευόμην 7ότι αι ψόαι μου επλήσθησαν εμπαιγμάτων και ουκ έστιν ίασις εν τη σαρκί μου 8εκακώθην και εταπεινώθην έως σφόδρα ωρυόμην από στεναγμού της καρδίας μου 9κύριε εναντίον σου πάσα η επιθυμία μου και ο στεναγμός μου από σου ουκ απεκρύβη 10η καρδία μου εταράχθη εγκατέλιπέ με η ισχύς μου και το φως των οφθαλμών μου και αυτό ουκ έστι μετ΄ εμού 11οι φίλοι μου και οι πλησίον μου εξεναντίας μου ήγγισαν και έστησαν και οι έγγιστά μου από μακρόθεν έστησαν 12και εξεβιάζοντο οι ζητούντες την ψυχήν μου και οι ζητούντες τα κακά μοι ελάλησαν ματαιότητας και δολιότητας όλην την ημέραν εμελέτησαν 13εγώ δε ωσεί κωφός ουκ ήκουον και ωσεί άλαλος ουκ ανοίγων το στόμα αυτού 14και εγενόμην ωσεί άνθρωπος ουκ ακούων και ουκ έχων εν τω στόματι αυτού ελεγμούς 15ότι επί σοι κύριε ήλπισα συ εισακούση κύριε ο θεός μου 16ότι είπον μήποτε επιχαρώσί μοι οι εχθροί μου και εν τω σαλευθήναι πόδας μου επ΄ εμέ εμεγαλορρημόνησαν 17ότι εγώ εις μάστιγας έτοιμος και η αλγηδών μου ενώπιόν μου εστί διαπαντός 18ότι την ανομίαν μου εγώ αναγγελώ και μεριμνήσω υπέρ της αμαρτίας μου 19οι δε εχθροί μου ζώσι και κεκραταίωνται υπέρ εμέ και επληθύνθησαν οι μισούντές με αδίκως 20οι ανταποδιδόντες μοι κακά αντί αγαθών ενδιέβαλλόν με επει κατεδίωκον δικαιοσύνην 21μη εγκαταλίπης με κύριε ο θεός μου μη αποστής απ΄ εμού 22πρόσχες εις την βοήθειαν μου κύριε της σωτηρίας μου
Copyright information for ABPGRK