Psalms 39

PSALM 39

The LORD Numbers Our Days

εις το τέλος τω Ιδιθούμ ωδή τω Δαυίδ

1είπα φυλάξω τας οδούς μου του μη αμαρτάνειν με εν γλώσση μου εθέμην τω στόματί μου φυλακήν εν τω συστήναι τον αμαρτωλόν εναντίον μου 2εκωφώθην και εταπεινώθην και εσίγησα εξ αγαθών και το άλγημά μου ανεκαινίσθη 3εθερμάνθη η καρδία μου εντός μου και εν τη μελέτη μου εκκαυθήσεται πυρ ελάλησα εν γλώσση μου 4γνώρισόν μοι κύριε το πέρας μου και τον αριθμόν των ημερών μου τις εστιν ίνα γνώ τι υστερώ εγω 5ιδού παλαιστάς έθου τας ημέρας μου και υπόστασίς μου ωσεί ουθέν ενώπιόν σου πλην τα σύμπαντα ματαιότης πας άνθρωπος ζων 6μέντοιγε εν εικόνι διαπορεύεται άνθρωπος πλην μάτην ταράσσεται θησαυρίζει και ου γινώσκει τίνι συνάξει αυτά 7και νυν τις η υπομονή μου ουχί ο κύριος και η υπόστασίς μου παρά σου εστιν 8από πασών των ανομιών μου ρύσαί με όνειδος άφρονι έδωκάς με 9εκωφώθην και ουκ ήνοιξα το στόμα μου ότι συ εποίησας 10απόστησον απ΄ εμού τας μαστιγάς σου από της ισχύος της χειρός σου εγώ εξέλιπον 11εν ελεγμοίς υπέρ ανομίας επαίδευσας άνθρωπον και εξέτηξας ως αράχνην την ψυχήν αυτού πλήν μάτην πας άνθρωπος διάψαλμα 12εισάκουσον της προσευχής μου κύριε και της δεήσεώς μου ενώτισαι των δακρύων μου μη παρασιωπήσης ότι πάροικος εγώ ειμι παρά σοι και παρεπίδημος καθώς πάντες οι πατέρες μου 13άνες μοι ίνα αναψύξω προ του με απελθείν και ουκέτι ου μη υπάρξω
Copyright information for ABPGRK