Psalms 4

PSALM 4

Put Your Hope in The LORD

εις το τέλος εν ύμνοις ψαλμός τω Δαυίδ

1εν τω επικαλείσθαί με εισήκουσέ μου ο θεός της δικαιοσύνης μου εν θλίψει επλάτυνάς με οικτείρησόν με και εισάκουσον της προσευχής μου 2υιοί ανθρώπων έως πότε βαρυκάρδιοι ινατί αγαπάτε ματαιότητα και ζητείτε ψεύδος 3και γνώτε ότι εθαυμάστωσε κύριος τον όσιον αυτού κύριος εισακούσεταί μου εν τω κεκραγέναι με προς αυτόν 4οργίζεσθε και μη αμαρτάνετε α λέγετε εν ταις καρδίαις υμών επί ταις κοίταις υμών κατανύγητε διάψαλμα 5θύσατε θυσίαν δικαιοσύνης και ελπίσατε επί κύριον 6πολλοί λέγουσι τις δείξει ημίν τα αγαθά εσημειώθη εφ΄ ημάς το φως του προσώπου σου κύριε 7έδωκας ευφροσύνην εις την καρδίαν μου από καρπού σίτου οίνου και ελαίου αυτών επληθύνθησαν 8εν ειρήνη επί το αυτό κοιμηθήσομαι και υπνώσω ότι συ κύριε κατά μονας επ΄ ελπίδι κατώκισάς με
Copyright information for ABPGRK