Psalms 40

PSALM 40

Hope is in the Name of The LORD

εις το τέλος ψαλμός τω Δαυίδ

υπομένων υπέμεινα τον κύριον και προσέσχε μοι και εισήκουσε της δεήσεώς μου και ανήγαγέ με εκ λάκκου ταλαιπωρίας και από πηλού ιλύος και έστησεν επί πέτραν τους πόδας μου και κατεύθυνε τα διαβήματά μου και ενέβαλεν εις το στόμα μου άσμα καινόν ύμνον τω θεώ ημών όψονται πολλοί και φοβηθήσονται και ελπιούσιν επί κύριον μακάριος ανήρ ου εστι το όνομα κυρίου ελπίς αυτού και ουκ επέβλεψεν εις ματαιότητας και μανίας ψευδείς πολλά εποίησας συ κύριε ο θεός μου τα θαυμάσιά σου και τοις διαλογισμοίς σου ουκ έστι τις ομοιωθήσεταί σοι απήγγειλα και ελάλησα επληθύνθησαν υπέρ αριθμόν θυσίαν και προσφοράν ουκ ηθέλησας σώμα δε κατηρτίσω μοι ολοκαυτώματα και περί αμαρτίας ουκ εζήτησας τότε είπον ιδού ήκω εν κεφαλίδι βιβλίου γέγραπται περί εμού του ποιήσαι το θέλημά σου ο θεός μου ηβουλήθην και τον νόμον σου εν μέσω της κοιλίας μου ευηγγελισάμην δικαιοσύνην εν εκκλησία μεγάλη ιδού τα χείλη μου ου μη κωλύσω κύριε συ έγνως 10 την δικαιοσύνην μου ουκ έκρυψα εν τη καρδία μου την αλήθειάν σου και το σωτήριόν σου είπα ουκ έκρυψα το έλεός σου και την αλήθειάν σου από συναγωγής πολλής 11 συ δε κύριε μη μακρύνης τους οικτιρμούς σου απ΄ εμού το έλεός σου και η αλήθειά σου διαπαντός αντιλάβοιντό μου 12 ότι περιέσχον με κακά ων ουκ έστιν αριθμός κατέλαβόν με αι ανομίαι μου και ουκ ηδυνήθην του βλέπειν επληθύνθησαν υπέρ τας τρίχας της κεφαλής μου και η καρδία μου εγκατέλιπέ με 13 ευδόκησον κύριε του ρύσασθαί με κύριε εις το βοηθήσαί μοι πρόσχες 14 καταισχυνθείησαν και εντραπείησαν άμα οι ζητούντες την ψυχήν μου του εξάραι αυτήν αποστραφείησαν εις τα οπίσω και εντραπείησαν οι θέλοντές μοι κακά 15 κομισάσθωσαν παραχρήμα αισχύνην αυτών οι λέγοντές μοι εύγε εύγε 16 αγαλλιάσθωσαν και ευφρανθήτωσαν επί σοι πάντες οι ζητούντές σε κύριε και ειπάτωσαν διαπαντός μεγαλυνθήτω ο κύριος οι αγαπώντες το σωτήριόν σου 17 εγώ δε πτωχός ειμί και πένης κύριος φροντιεί μου βοηθός μου και υπερασπιστής μου ει συ ο θεός μου μη χρονίσης
Copyright information for ABPGRK