Psalms 42

PSALM 42

The Disturbed Soul Thirsts for God

εις το τέλος εις σύνεσιν τοις υιοίς Κορέ

ον τρόπον επιποθεί η έλαφος επί τας πηγάς των υδάτων ούτως επιποθεί η ψυχή μου προς σε ο θεός εδίψησεν η ψυχή μου προς τον θεόν τον ισχυρόν τον ζώντα πότε ήξω και οφθήσομαι τω προσώπω του θεού εγενήθη τα δακρυά μου εμοί άρτος ημέρας και νυκτός εν τω λέγεσθαί μοι καθ΄ εκάστην ημέραν που εστιν ο θεός σου ταύτα εμνήσθην και εξέχεα επ΄ εμέ την ψυχήν μου ότι διελεύσομαι εν τόπω σκηνής θαυμαστής έως του οίκου του θεού εν φωνή αγαλλιάσεως και εξομολογήσεως ήχου εορτάζοντος ινατί περίλυπος ει η ψυχή μου και ινατί συνταράσσεις με έλπισον επί τον θεόν ότι εξομολογήσομαι αυτώ σωτήριον του προσώπου μου ο θεός μου προς εμαυτόν η ψυχή μου εταράχθη διά τούτο μνησθήσομαί σου εκ γης Ιορδάνου και Ερμωνιείμ από όρους μικρού άβυσσος άβυσσον επικαλείται εις φωνήν των καταρρακτών σου πάντες οι μετεωρισμοί σου και τα κύματά σου επ΄ εμέ διήλθον ημέρας εντελείται κύριος το έλεος αυτού και νυκτός ωδή αυτού παρ΄ εμοί προσευχή τω θεώ της ζωής μου ερώ τω θεώ αντιλήπτωρ μου ει διατί μου επελάθου ινατί σκυθρωπάζων πορεύομαι εν τω εκθλίβειν τον εχθρόν 10 εν τω καταθλάσθαι τα οστά μου ωνείδισάν με οι θλίβοντές με εν τω λέγειν αυτούς μοι καθ΄ εκάστην ημέραν που εστιν ο θεός σου 11 ινατί περίλυπος ει η ψυχή μου και ινατί συνταράσσεις με έλπισον επί τον θεόν ότι εξομολογήσομαι αυτώ σωτήριον του προσώπου μου και ο θεός μου
Copyright information for ABPGRK