Psalms 43

PSALM 43

Acknowledge God with the Heart

ψαλμός τω Δαυίδ

1κρίνόν μοι ο θεός και δίκασον την δίκην μου εξ έθνους ουχ οσίου από ανθρώπου αδίκου και δολίου ρύσαί με 2ότι συ ει ο θεός κραταίωμά μου ινατί απώσω με και ινατί σκυθρωπάζων πορεύομαι εν τω εκθλίβειν τον εχθρόν 3εξαπόστειλον το φως σου και την αλήθειάν σου αυτά με ωδήγησαν και ήγαγόν με εις όρος άγιόν σου και εις τα σκηνώματά σου 4και εισελεύσομαι προς το θυσιαστήριον του θεού προς τον θεόν τον ευφραίνοντα την νεότητά μου εξομολογήσομαί σοι εν κιθάρα ο θεός ο θεός μου 5ινατί περίλυπος ει η ψυχή μου και ινατί συνταράσσεις με έλπισον επί τον θεόν ότι εξομολογήσομαι αυτώ σωτήριον του προσώπου μου και ο θεός μου
Copyright information for ABPGRK