Psalms 44

PSALM 44

God is Our Deliverer

εις το τέλος τοις υιοίς Κορέ εις σύνεσιν

ο θεός εν τοις ωσίν ημών ηκούσαμεν και οι πατέρες ημών ανήγγειλαν ημίν έργον ο ειργάσω εν ταις ημέραις αυτών εν ημέραις αρχαίαις η χειρ σου έθνη εξωλόθρευσε και κατεφύτευσας αυτούς εκάκωσας λαούς και εξέβαλες αυτούς ου γαρ εν τη ρομφαία αυτών εκληρονόμησαν γην και ο βραχίων αυτών ουκ έσωσεν αυτούς αλλ΄ η δεξιά σου και ο βραχίων σου και ο φωτισμός του προσώπου σου ότι ευδόκησας εν αυτοίς συ ει αυτός ο βασιλεύς μου και ο θεός μου ο εντελλόμενος τας σωτηρίας Ιακώβ εν σοι τους εχθρούς ημών κερατιούμεν και εν τω ονόματί σου εξουδενώσομεν τους επανισταμένους ημίν ου γαρ επί τω τόξω μου ελπιώ και η ρομφαία μου ου σώσει με έσωσας γαρ ημάς εκ των θλιβόντων ημάς και τους μισούντας ημάς κατήσχυνας εν τω θεώ επαινεθησόμεθα όλην την ημέραν και εν τω ονόματί σου εξομολογησόμεθα εις τον αιώνα νυνί δε απώσω και κατήσχυνας ημάς και ουκ εξελεύση ο θεός εν ταις δυνάμεσιν ημών 10 απέστρεψας ημάς εις τα οπίσω παρά τους εχθρούς ημών και οι μισούντες ημάς διήρπαζον εαυτοίς 11 έδωκας ημάς ως πρόβατα βρώσεως και εν τοις έθνεσι διέσπειρας ημάς 12 απέδου τον λαόν σου άνευ τιμής και ουκ ην πλήθος εν τοις αλαλάγμασιν αυτών 13 έθου ημάς όνειδος τοις γείτοσιν ημών μυκτηρισμόν και χλευασμόν τοις κύκλω ημών 14 έθου ημάς εις παραβολήν εν τοις έθνεσι κίνησιν κεφαλής εν τοις λαοίς 15 όλην την ημέραν η εντροπή μου κατεναντίον μου εστί και η αισχύνη του προσώπου μου εκάλυψέ με 16 από φωνής ονειδίζοντος και παραλαλούντος από προσώπου εχθρού και εκδιώκοντος 17 ταύτα πάντα ήλθεν εφ΄ ημάς και ουκ επελαθόμεθά σου και ουκ ηδικήσαμεν εν διαθήκη σου 18 και ουκ απέστη εις τα οπίσω η καρδία ημών και εξέκλινας τας τρίβους ημών από της οδού σου 19 ότι εταπείνωσας ημάς εν τόπω κακώσεως και επεκάλυψεν ημάς σκιά θανάτου 20 ει επελαθόμεθα του ονόματος του θεού ημών και ει διεπετάσαμεν χείρας ημών προς θεόν αλλότριον 21 ουχί ο θεός εκζητήσει ταύτα αυτός γαρ γινώσκει τα κρύφια της καρδίας 22 ότι ένεκά σου θανατούμεθα όλην την ημέραν ελογίσθημεν ως πρόβατα σφαγής 23 εξεγέρθητι ινατί υπνοίς κύριε ανάστηθι και μη απώση εις τέλος 24 ινατί το πρόσωπόν σου αποστρέφεις επιλανθάνη της πτωχείας ημών και της θλίψεως ημών 25 ότι εταπεινώθη εις χούν η ψυχή ημών εκολλήθη εις γην η γαστήρ ημών 26 ανάστα κύριε βοήθησον ημίν και λύτρωσαι ημάς ένεκεν του ονόματός σου
Copyright information for ABPGRK