Psalms 45

PSALM 45

The Beauty of the Warrior

εις το τέλος υπέρ των αλλοιωθησομένων τοις υιοίς Κορέ εις σύνεσιν ωδή υπέρ του αγαπητού

εξηρεύξατο η καρδία μου λόγον αγαθόν λέγω εγώ τα έργα μου τω βασιλεί η γλώσσά μου κάλαμος γραμματέως οξυγράφου ωραίος κάλλει παρά τους υιούς των ανθρώπων εξεχύθη χάρις εν χείλεσί σου διά τούτο ευλόγησέ σε ο θεός εις τον αιώνα περίζωσαι την ρομφαίαν σου επί τον μηρόν σου δυνατέ ωραιότητί σου και τω κάλλει σου και έντεινον και κατευοδού και βασίλευε ένεκεν αληθείας και πραότητος και δικαιοσύνης και οδηγήσει σε θαυμαστώς η δεξιά σου τα βέλη σου ηκονημένα δυνατέ λαοί υποκάτω σου πεσούνται εν καρδία των εχθρών του βασιλέως ο θρόνος σου ο θεός εις τον αιώνα του αιώνος ράβδος ευθύτητος η ράβδος της βασιλείας σου ηγάπησας δικαιοσύνην και εμίσησας ανομίαν διά τούτο έχρισέ σε ο θεός ο θεός σου έλαιον αγαλλιάσεως παρά τους μετόχους σου σμύρνα και στακτή και κασία από των ιματίων σου από βάρεων ελεφαντίνων εξ ων ηύφρανάν σε θυγατέρες βασιλέων εν τη τιμή σου παρέστη η βασίλισσα εκ δεξιών σου εν ιματισμώ διαχρύσω περιβεβλημένη πεποικιλμένη 10 άκουσον θύγατερ και ίδε και κλίνον το ους σου και επιλάθου του λαού σου και του οίκου του πατρός σου 11 και επιθυμήσει ο βασιλεύς του κάλλους σου ότι αυτός εστιν κυριός σου και προσκυνήσεις αυτώ 12 και θυγάτηρ Τύρου εν δώροις το πρόσωπόν σου λιτανεύσουσιν οι πλούσιοι του λαού 13 πάσα η δόξα της θυγατρός του βασιλέως έσωθεν εν κροσσωτοίς χρυσοίς 14 περιβεβλημένη πεποικιλμένη απενεχθήσονται τω βασιλεί παρθένοι οπίσω αυτής αι πλησίον αυτής απενεχθήσονταί σοι 15 απενεχθήσονται εν ευφροσύνη και αγαλλιάσει αχθήσονται εις ναόν βασιλέως 16 αντί των πατέρων σου εγενήθησαν οι υιοί σου καταστήσεις αυτούς άρχοντας επί πάσαν την γην 17 μνησθήσομαι του ονόματός σου εν πάση γενεά και γενεά διά τούτο λαοί εξομολογήσονταί σοι εις τον αιώνα και εις τον αιώνα του αιώνος
Copyright information for ABPGRK