Psalms 5

PSALM 5

The LORD is a Shield for the Just

εις το τέλος υπέρ της κληρονομούσης ψαλμός τω Δαυίδ

τα ρήματά μου ενώτισαι κύριε σύνες της κραυγής μου πρόσχες τη φωνή της δεήσεώς μου ο βασιλεύς μου και ο θεός μου ότι προς σε προσεύξομαι κύριε τοπρωϊ εισακούση της φωνής μου τοπρωϊ παραστήσομαί σοι και επόψει με ότι ουχί θεός θέλων ανομίαν συ ει ουδέ παροικήσει σοι πονηρευόμενος ουδέ διαμενούσι παράνομοι κατέναντι των οφθαλμών σου εμίσησας πάντας τους εργαζομένους την ανομίαν απολείς πάντας τους λαλούντας το ψεύδος άνδρα αιμάτων και δόλιον βδελύσσεται κύριος εγώ δε εν τω πλήθει του ελέους σου εισελεύσομαι εις τον οίκον σου προσκυνήσω προς ναόν άγιόν σου εν φόβω σου κύριε οδήγησόν με εν τη δικαιοσύνη σου ένεκα των εχθρών μου κατεύθυνον ενώπιόν σου την οδόν μου ότι ουκ έστιν εν τω στόματι αυτών αλήθεια η καρδία αυτών ματαία τάφος ανεωγμένος ο λάρυγξ αυτών ταις γλώσσαις αυτών εδολιούσαν 10 κρίνον αυτούς ο θεός αποπεσάτωσαν από των διαβουλιών αυτών κατά το πλήθος των ασεβειών αυτών έξωσον αυτούς ότι παρεπίκρανάν σε κύριε 11 και ευφρανθείησαν πάντες ελπίζοντες επί σε εις αιώνα αγαλλιάσονται και κατασκηνώσεις εν αυτοίς και καυχήσονται εν σοι οι αγαπώντες το όνομά σου 12 ότι συ ευλογήσεις δίκαιον κύριε ως όπλω ευδοκίας εστεφάνωσας ημάς
Copyright information for ABPGRK