Psalms 50

PSALM 50

The Earth is The LORD's

ψαλμός τω Ασάφ

1ο θεός θεών κύριος ελάλησε και εκάλεσε την γην από ανατολών ηλίου μέχρι δυσμών 2εκ Σιών η ευπρέπεια της ωραιότητος αυτού 3ο θεός εμφανώς ήξει ο θεός ημών και ου παρασιωπήσεται πυρ ενώπιον αυτού καυθήσεται και κύκλω αυτού καταιγίς σφόδρα 4προσκαλέσεται τον ουρανόν άνω και την γην διακρίναι τον λαόν αυτού 5συναγάγετε αυτώ τους οσίους αυτού τους διατιθεμένους την διαθήκην αυτού επί θυσίας 6και αναγγελούσιν οι ουρανοί την δικαιοσύνην αυτού ότι ο θεός κριτής εστιν 7άκουσον λαός μου και λαλήσω σοι Ισραήλ και διαμαρτύρομαί σοι ο θεός ο θεός σου ειμί εγώ 8ουκ επί ταις θυσίαις σου ελέγξω σε τα δε ολοκαυτώματά σου ενώπιόν μου εστί διαπαντός 9ου δέξομαι εκ του οίκου σου μόσχους ουδέ εκ των ποιμνίων σου χιμάρους 10ότι εμά εστι πάντα τα θηρία του αγρού κτήνη εν τοις όρεσι και βόες 11έγνωκα πάντα τα πετεινά του ουρανού και ωραιότης αγρού μετ΄ εμού εστιν 12εάν πεινάσω ου μη σοι είπω εμή γαρ εστιν η οικουμένη και το πλήρωμα αυτής 13μη φάγομαι κρέα ταύρων η αίμα τράγων πίομαι 14θύσον τω θεώ θυσίαν αινέσεως και απόδος τω υψίστω τας ευχάς σου 15και επικάλεσαί με εν ημέρα θλίψεώς και εξελούμαί σε και δοξάσεις με 16τω δε αμαρτωλώ είπεν ο θεός ινατί συ διηγή τα δικαιώματά μου και αναλαμβάνεις την διαθήκην μου διά στόματός σου 17συ δε εμίσησας παιδείαν και εξέβαλες τους λόγους μου εις τα οπίσω 18ει εθεώρεις κλέπτην συνέτρεχες αυτώ και μετά μοιχού την μερίδα σου ετίθεις 19το στόμα σου επλεόνασε κακίαν και η γλώσσά σου περιέπλεκε δολιότητας 20καθήμενος κατά του αδελφού σου κατελάλεις και κατά του υιόυ της μητρός σου ετίθεις σκάνδαλον 21ταύτα εποίησας και εσίγησα υπέλαβες ανομίαν ότι έσομαί σοι όμοιος ελέγξω σε και παραστήσω κατά πρόσωπόν σου τας αμαρτίας σου 22σύνετε δη ταύτα οι επιλανθανόμενοι του θεού μήποτε αρπάση και ου μη η ο ρυόμενος 23θυσία αινέσεως δοξάσει με και εκεί οδός η δείξω αυτώ το σωτήριόν μου
Copyright information for ABPGRK