Psalms 51

PSALM 51

God Cleanses Us from Sin

εις το τέλος ψαλμός τω Δαυίδ εν τω εισελθείν προς αυτόν Ναθάν τον προφήτην ηνίκα εισήλθε προς Βηρσαβεαί την γυναίκα Ουρίου

1ελέησόν με ο θεός κατά το μέγα έλεός σου και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου 2επί πλείον πλύνόν με από της ανομίας μου και από της αμαρτίας μου καθάρισόν με 3ότι την ανομίαν μου εγώ γινώσκω και η αμαρτία μου ενώπιόν μου εστί διαπαντός 4σοι μόνω ήμαρτον και το πονηρόν ενώπιόν σου εποίησα όπως αν δικαιωθής εν τοις λόγοις σου και νικήσης εν τω κρίνεσθαί σε 5ιδού γαρ εν ανομίαις συνελήφθην και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου 6ιδού γαρ αλήθειαν ηγάπησας τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσάς μοι 7ραντιείς με υσσώπω και καθαρισθήσομαι πλυνείς με και υπέρ χιόνα λευκανθήσομαι 8ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην αγαλλιάσονται οστεά τεταπεινωμένα 9απόστρεψον το πρόσωπόν σου από των αμαρτιών μου και πάσας τας ανομίας μου εξάλειψον 10καρδίαν καθαράν κτίσον εν εμοί ο θεός και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου 11μη απορρίψης με απο του προσώπου σου και το πνεύμά το άγιον μη αντανέλης απ΄ εμού 12απόδος μοι την αγαλλίασιν του σωτηρίου σου και πνεύματι ηγεμονικώ στήριξόν με 13διδάξω ανόμους τας οδούς σου και ασεβείς επί σε επιστρέψουσι 14ρύσαί με εξ αιμάτων ο θεός ο θεός της σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου την δικαιοσύνην σου 15κύριε τα χείλη μου ανοίξεις και το στόμα μου αναγγελεί την αίνεσίν σου 16ότι ει ηθέλησας θυσίαν έδωκα αν ολοκαυτώματα ουκ ευδοκήσεις 17θυσία τω θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην και τεταπεινωμένην ο θεός ουκ εξουδενώσει 18αγάθυνον κύριε εν τη ευδοκία σου την Σιών και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ 19τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν και ολοκαυτώματα τότε ανοίσουσιν επί το θυσιαστήριόν σου μόσχους
Copyright information for ABPGRK