Psalms 53

PSALM 53

There is Not One Doing Good

εις το τέλος υπέρ μαελέθ συνέσεως τω Δαυίδ

είπεν άφρων εν καρδία αυτού ουκ έστι θεός διεφθάρησαν και εβδελύχθησαν εν ανομίαις ουκ έστι ποιών αγαθόν ο θεός εκ του ουρανού διέκυψεν επί τους υιούς των ανθρώπων του ιδείν ει έστι συνιών η εκζητών τον θεόν πάντες εξέκλιναν άμα ηχρειώθησαν ουκ έστι ποιών αγαθόν ουκ έστιν έως ενός ουχί γνώσονται πάντες οι εργαζόμενοι την ανομίαν οι κατεσθίοντες τον λαόν μου εν βρώσει άρτου τον κύριον ουκ επεκαλέσαντο εκεί εφοβήθησαν φόβον ου ουκ ην φόβος ότι ο θεός διεσκόρπισεν οστά ανθρωπαρέσκων κατησχύνθησαν ότι ο θεός εξουδένωσε αυτούς τις δώσει εκ Σιών το σωτήριον του Ισραήλ εν τω επιστρέψαι τον θεον την αιχμαλωσίαν του λαού αυτού αγαλλιάσεται Ιακωβ και ευφρανθήσεται Ισραήλ
Copyright information for ABPGRK