Psalms 54

PSALM 54

God Helps Me

εις το τέλος εν ύμνοις συνέσεως τω Δαυίδ εν τω ελθείν τους Ζιφαίους και ειπείν τω Σαούλ ουκ ιδού Δαυίδ κέκρυπται παρ΄ ημίν

1ο θεός εν τω όνοματί σου σώσόν με και εν τη δυνάμει σου κρίνόν με 2ο θεός εισάκουσον της προσευχής μου ενώτισαι τα ρήματα του στόματός μου 3ότι αλλότριοι επανέστησαν επ΄ εμέ και κραταιοί εζήτησαν την ψυχήν μου και ου προέθεντο τον θεόν ενώπιον αυτών 4ιδού γαρ ο θεός βοηθεί μοι και ο κύριος αντιλήπτωρ της ψυχής μου 5αποστρέψει τα κακά τοις εχθροίς μου εν τη αληθεία σου εξολόθρευσον αυτούς 6εκουσίως θύσω σοι εξομολογήσομαι τω όνοματί σου κύριε ότι αγαθόν 7ότι εκ πάσης θλίψεως ερρύσω με και εν τοις εχθροίς μου επείδεν ο οφθαλμός μου
Copyright information for ABPGRK