Psalms 57

PSALM 57

The LORD Rescues

εις το τέλος μη διαφθείρης τω Δαυίδ εις στηλογραφίαν εν τω αυτόν αποδιδράσκειν από προσώπου Σαούλ εις το σπήλαιον

1ελέησόν με ο θεός ελέησόν με ότι επί σοι πέποιθεν η ψυχή μου και εν τη σκιά των πτερύγων σου ελπιώ έως ου παρέλθη η ανομία 2κεκράξομαι προς τον θεόν τον ύψιστον τον θεόν τον ευεργετήσαντά με 3εξαπέστειλεν εξ ουρανού και έσωσέ με έδωκεν εις όνειδος τους καταπατούντάς με εξαπέστειλεν ο θεός το έλεος αυτού και την αλήθειαν αυτού 4και ερρύσατο την ψυχήν μου εκ μέσου σκύμνων εκοιμήθην τεταραγμένος υιοί ανθρώπων οι οδόντες αυτών όπλα και βέλη και η γλώσσα αυτών μάχαιρα οξεία 5υψώθητι επί τους ουρανούς ο θεός και επί πάσαν την γην η δόξα σου 6παγίδα ητοίμασαν τοις ποσί μου και κατέκαμψαν την ψυχήν μου ώρυξαν προ προσώπου μου βόθρον και ενέπεσον εις αυτόν διάψαλμα 7ετοίμη η καρδία μου ο θεός ετοίμη η καρδία μου άσομαι και ψαλώ εν τη δόξη μου 8εξεγέρθητι η δόξα μου εξεγέρθητι ψαλτήριον και κιθάρα εξεγερθήσομαι όρθρου 9εξομολογήσομαί σοι εν λαοίς κύριε ψαλώ σοι εν έθνεσιν 10ότι εμεγαλύνθη έως των ουρανών το έλεός σου και έως των νεφελών η αλήθειά σου 11υψώθητι επί τους ουρανούς ο θεός και επί πάσαν την γην η δόξα σου
Copyright information for ABPGRK