Psalms 59

PSALM 59

The LORD is My Shielder

εις το τέλος μη διαφθείρης τω Δαυίδ εις στηλογραφίαν οπότε απέστειλε Σαούλ και εφύλαξε τον οίκον αυτού του θανατώσαι αυτόν

1εξελού με εκ των εχθρών μου ο θεός και εκ των επανισταμένων επ΄ εμέ λύτρωσαί με 2ρύσαί με εκ των εργαζομένων την ανομίαν και εξ ανδρών αιμάτων σώσόν με 3ότι ιδού εθήρευσαν την ψυχήν μου επέθεντο επ΄ εμέ κραταιοί ούτε η ανομία μου ούτε η αμαρτία μου κύριε 4άνευ ανομίας έδραμον και κατεύθυνα εξεγέρθητι εις συνάντησίν μου και ίδε 5και συ κύριε ο θεός των δυνάμεων ο θεός του Ισραήλ πρόσχες του επισκέψασθαι πάντα τα έθνη μη οικτειρήσης πάντας τους εργαζομένους την ανομίαν 6επιστρέψουσιν εις εσπέραν και λιμώξουσιν ως κύων και κυκλώσουσι πόλιν 7ιδού αυτοί αποφθέγξονται εν τω στόματι αυτών και ρομφαία εν τοις χείλεσιν αυτών ότι τις ήκουσε 8και συ κύριε εκγελάσεις αυτούς εξουδενώσεις πάντα τα έθνη 9το κράτος μου προς σε φυλάξω ότι συ ο θεός αντιλήπτωρ μου ει 10ο θεός μου το έλεος αυτού προφθάσει με ο θεός μου δείξει μοι εν τοις εχθροίς μου 11μη αποκτείνης αυτούς μήποτε επιλάθωνται του νόμου σου διασκόρπισον αυτούς εν τη δυνάμει σου και κατάγαγε αυτούς ο υπερασπιστής μου κύριε 12αμαρτία στόματος αυτών λόγος χειλέων αυτών και συλληφθήτωσαν εν τη υπερηφανία αυτών και εξ αράς και ψεύδους διαγγελήσονται 13εν συντελεία εν οργή συντελείας και ου μη υπάρξωσι και γνώσονται ότι ο θεός δεσπόζει του Ιακώβ και των περάτων της γης διάψαλμα 14επιστρέψουσιν εις εσπέραν και λιμώξουσιν ως κύων και κυκλώσουσι πόλιν 15αυτοί διασκορπισθήσονται του φαγείν εάν δε μη χορτασθώσι και γογγύσουσιν 16εγώ δε άσομαι τη δυνάμει σου και αγαλλιάσομαι τοπρωϊ το έλεός σου ότι εγενήθης αντιλήπτωρ μου και καταφυγή μου εν ημέρα θλίψεώς μου 17βοηθός μου ει συ σοι ψαλώ ότι συ ο θεός αντιλήπτωρ μου ει ο θεός μου το έλεός μου
Copyright information for ABPGRK