Psalms 6

PSALM 6

The LORD Delivers from the Enemy

εις το τέλος εν ύμνοις υπέρ της ογδόης ψαλμός τω Δαυίδ

κύριε μη τω θυμώ σου ελέγξης με μηδέ τη οργή σου παιδεύσης με ελέησόν με κύριε ότι ασθενής ειμί ίασαί με κύριε ότι εταράχθη τα οστά μου και η ψυχή μου εταράχθη σφόδρα και συ κύριε έως πότε επίστρεψον κύριε ρύσαι την ψυχήν μου σώσόν με ένεκεν του ελέους σου ότι ουκ έστιν εν τω θανάτω ο μνημονεύων σου εν δε τω άδη τις εξομολογήσεταί σοι εκοπίασα εν τω στεναγμώ μου λούσω καθ΄ εκάστην νύκτα την κλίνη μου εν δάκρυσί μου την στρωμνήν μου βρέξω εταράχθη από θυμού ο οφθαλμός μου επαλαιώθην εν πάσι τοις εχθροίς μου απόστητε απ΄ εμού πάντες οι εργαζόμενοι την ανομίαν ότι εισήκουσε κύριος της φωνής του κλαυθμού μου ήκουσε κύριος της δεήσεώς μου κύριος την προσευχήν μου προσεδέξατο 10 αισχυνθείησαν και ταραχθείησαν πάντες οι εχθροί μου αποστραφείησαν και καταισχυνθείησαν σφόδρα διά τάχους
Copyright information for ABPGRK