Psalms 60

PSALM 60

God Helps Those in Affliction

εις το τέλος τοις αλλοιωθησομένοις εις στηλογραφίαν τω Δαυίδ εις διδαχήν οπότε ενεπύρισε την Μεσοποταμίαν Συρίας και την Συρίαν Σοβάλ και επέστρεψεν Ιωάβ και επάταξε τον Εδώμ εν την φάραγγι των αλών δώδεκα χιλιάδας

1ο θεός απώσω ημάς και καθείλες ημάς ωργίσθης και ωκτείρησας ημάς 2συνέσεισας την γην και συνετάραξας αυτήν ίασαι τα συντρίμματα αυτής ότι εσαλεύθη 3έδειξας τω λαώ σου σκληρά επότισας ημάς οίνον κατανύξεως 4έδωκας τοις φοβουμένοις σε σημείωσιν του φυγείν από προσώπου τόξου διάψαλμα 5όπως αν ρυσθώσιν οι αγαπητοί σου σώσον τη δεξιά σου και επάκουσόν μου 6ο θεός ελάλησεν εν τω αγίω αυτού αγαλλιάσομαι και διαμεριώ Σίκιμα και την κοιλάδα των σκηνών διαμετρήσω 7εμός εστι Γαλαάδ και εμός εστι Μανασσή και Εφραϊμ κραταίωσις της κεφαλής μου Ιούδας βασιλεύς μου 8Μωάβ λέβης της ελπίδος μου επί την Ιδουμαίαν εκτενώ το υπόδημά μου εμοί αλλόφυλοι υπετάγησαν 9τις απάξει με εις πόλιν περιοχής η τις οδηγήσει με έως της Ιδουμαίας 10ουχί συ ο θεός ο απωσάμενος ημάς και ουκ εξελεύση ο θεός εν ταις δυνάμεσιν ημών 11δος ημίν βοήθειαν εκ θλίψεως και ματαία σωτηρία ανθρώπου 12εν τω θεώ ποιήσομεν δύναμιν και αυτός εξουδενώσει τους θλίβοντας ημάς
Copyright information for ABPGRK