Psalms 63

PSALM 63

God is Worthy of Praise

ψαλμός τω Δαυίδ εν τω είναι αυτόν εν τη ερήμω της Ιουδαίας

ο θεός ο θεός μου προς σε ορθρίζω εδίψησέ σε η ψυχή μου ποσαπλώς σοι η σαρξ μου εν γη ερήμω και αβάτω και ανύδρω ούτως εν τω αγίω ώφθην σοι του ιδείν την δύναμιν σου και την δόξαν σου ότι κρείσσον το έλεός σου υπέρ ζωάς τα χείλη μου επαινέσουσί σε ούτως ευλογήσω σε εν τη ζωή μου εν τω ονόματί σου αρώ τας χείράς μου ως εκ στέατος και πιότητος εμπλησθείη η ψυχή μου και χείλη αγαλλιάσεως αινέσει το στόμα μου ει εμνημόνευόν σου επί της στρωμνής μου εν τοις όρθροις εμελέτων εις σε ότι εγενήθης βοηθός μου και εν τη σκέπη των πτερύγων σου αγαλλιάσομαι εκολλήθη η ψυχή μου οπίσω σου εμού δε αντελάβετο η δεξιά σου αυτοί δε εις μάτην εζήτησαν την ψυχήν μου εισελεύσονται εις τα κατώτατα της γης 10 παραδοθήσονται εις χείρας ρομφαίας μερίδες αλωπέκων έσονται 11 ο δε βασιλεύς ευφρανθήσεται επί τω θεώ επαινεθήσεται πας ο ομνύων εν αυτώ ότι ενεφράγη στόμα λαλούντων άδικα
Copyright information for ABPGRK