Psalms 65

PSALM 65

The Earth is The LORD's

εις το τέλος ψαλμός ωδής τω Δαυίδ

σοι πρέπει ύμνος ο θεός εν Σιών και σοι αποδοθήσεται ευχή εν Ιερουσαλήμ εισάκουσον προσευχής μου προς σε πάσα σαρξ ήξει λόγοι ανόμων υπερεδυνάμωσαν ημάς και ταις ασεβείας ημών συ ιλάση μακάριος ον εξελέξω και προσελάβου κατασκηνώσει εν ταις αυλαίς σου πλησθησόμεθα εν τοις αγαθοίς του οίκου σου άγιος ο ναός σου θαυμαστός εν δικαιοσύνη επάκουσον ημών ο θεός ο σωτήρ ημών η ελπίς πάντων των περάτων της γης και των εν θαλάσση μακράν ετοιμάζων όρη εν τη ίσχύϊ αυτού περιεζωσμένος εν δυναστεία ο συνταράσσων το κύτος της θαλάσσης ήχους κυμάτων αυτής τις υποστήσεται ταραχθήσονται τα έθνη και φοβηθήσονται οι κατοικούντες τα πέρατα από των σημείων σου εξόδους πρωίας και εσπέρας τέρψεις επεσκέψω την γην και εμέθυσας αυτήν επλήθυνας του πλουτίσαι αυτήν ο ποταμός του θεού επληρώθη υδάτων ητοίμασας την τροφήν αυτών ότι ούτως η ετοιμασία 10 τους αύλακας αυτής μέθυσον πλήθυνον τα γεννήματα αυτής εν ταις σταγόσιν αυτής ευφρανθήσεται ανατέλλουσα 11 ευλογήσεις τον στέφανον του ενιαυτού της χρηστότητός σου και τα πεδία σου πλησθήσονται πιότητος 12 πιανθήσονται τα ωραία όρη της ερήμου και αγαλλίασιν οι βουνοί περιζώσονται 13 ενεδύσαντο οι κριοί των προβάτων και αι κοιλάδες πληθυνούσι σίτον κεκράξονται και γαρ υμνήσουσιν
Copyright information for ABPGRK