Psalms 66

PSALM 66

Give Praise to The LORD

εις το τέλος ωδή ψαλμού αναστάσεως

αλαλάξατε τω κυρίω πάσα η γη ψάλατε δη τω ονόματι αυτού δότε δόξαν αινέσει αυτού είπατε τω θεώ ως φοβερά τα έργα σου εν τω πλήθει της δυνάμεώς σου ψεύσονταί σε οι εχθροί σου πάσα η γη προσκυνησάτωσάν σοι και ψαλάτωσάν σοι ψαλάτωσαν τω ονόματί σου ύψιστε διάψαλμα δεύτε και ίδετε τα έργα του θεού ως φοβερός εν βουλαίς υπέρ τους υιούς των ανθρώπων ο μεταστρέφων την θάλασσαν εις ξηράν εν ποταμώ διελεύσονται ποδί εκεί ευφρανθησόμεθα επ΄ αυτώ τω δεσπόζοντι εν τη δυναστεία αυτού του αιώνος οι οφθαλμοί αυτού επί τα έθνη επιβλέπουσιν οι παραπικραίνοντες μη υψούσθωσαν εν εαυτοίς διάψαλμα ευλογείτε έθνη τον θεόν ημών και ακουτίσατε την φωνήν της αινέσεως αυτού του θεμένου την ψυχήν μου εις ζωήν και μη δόντος εις σάλον τους πόδας μου 10 ότι εδοκίμασας ημάς ο θεός επύρωσας ημάς ως πυρούται το αργύριον 11 εισήγαγες ημάς εις την παγίδα έθου θλίψεις επί τον νώτον ημών 12 επεβίβασας ανθρώπους επί τας κεφαλάς ημων διήλθομεν διά πυρός και ύδατος και εξήγαγες ημάς εις αναψυχήν 13 εισελεύσομαι εις τον οίκόν σου εν ολοκαυτώμασιν αποδώσω σοι τας ευχάς μου 14 ας διέστειλε τα χείλη μου και ελάλησε το στόμα μου εν τη θλίψει μου 15 ολοκαυτώματα μεμυελωμένα ανοίσω σοι μετά θυμιάματος και κριών ανοίσω σοι βόας μετά χιμάρων διάψαλμα 16 δεύτε ακούσατε και διηγήσομαι υμίν πάντες οι φοβούμενοι τον θεόν όσα εποίησε τη ψυχή μου 17 προς αυτόν τω στόματί μου εκέκραξα και ύψωσα υπό την γλώσσάν μου 18 αδικίαν ει εθεώρουν εν καρδία μου μη εισακουσάτω μου κύριος 19 διά τούτο εισήκουσέ μου ο θεός προσέσχε τη φωνή της δεήσεώς μου 20 ευλογητός ο θεός ος ουκ απέστησε την προσευχήν μου και το έλεος αυτού απ΄ εμού
Copyright information for ABPGRK