Psalms 67

PSALM 67

God Guides the Nations

εις το τέλος εν ύμνοις ψαλμός ωδής τω Δαυίδ

1ο θεός οικτειρήσαι ημάς και ευλογήσαι ημάς επιφάναι το πρόσωπον αυτού εφ΄ ημάς και ελεήσαι ημάς 2του γνώναι εν τη γη την οδόν σου εν πάσιν έθνεσι το σωτήριόν σου 3εξομολογησάσθωσάν σοι λαοί ο θεός εξομολογησάσθωσάν σοι λαοί πάντες 4ευφρανθήτωσαν και αγαλλιάσθωσαν έθνη ότι κρινείς λαούς εν ευθύτητι και έθνη εν τη γη οδηγήσεις διάψαλμα 5εξομολογησάσθωσάν σοι λαοί ο θεός εξομολογησάσθωσάν σοι λαοί πάντες 6γη έδωκε τον καρπόν αυτής ευλογήσαι ημάς ο θεός ο θεός ημών 7ευλογήσαι ημάς ο θεός και φοβηθήτωσαν αυτόν πάντα τα πέρατα της γης
Copyright information for ABPGRK