Psalms 7

PSALM 7

The LORD Rescues the Innocent

ψαλμός τω Δαυίδ ον ήσε τω κυρίω υπέρ των λόγων Χουσί υιόυ Ιεμενεί

1κύριε ο θεός μου επί σοι ήλπισα σώσόν με εκ πάντων των διωκόντων με και ρύσαί με 2μήποτε αρπάση ως λέων την ψυχήν μου μη όντος λυτρουμένου μηδέ σώζοντος 3κύριε ο θεός μου ει εποίησα τούτο ει έστιν αδικία εν χερσί μου 4ει ανταπέδωκα τοις ανταποδιδούσί μοι κακά αποπέσοιμι άρα από των εχθρών μου κενός 5καταδιώξαι άρα ο εχθρός την ψυχήν μου και καταλάβοι και καταπατήσαι εις γην την ζωήν μου και την δόξαν μου εις χουν κατασκηνώσαι 6ανάστηθι κύριε εν οργή σου υψώθητι εν τοις πέρασι των εχθρών σου και εξεγέρθητι κύριε ο θεός μου εν προστάγματι ω ενετείλω 7και συναγωγή λαών κυκλώσει σε και υπέρ ταύτης εις ύψος επίστρεψον 8κύριος κρινεί λαούς κρίνόν με κύριε κατά την δικαιοσύνην μου και κατά την ακακίαν μου επ΄ εμοί 9συντελεσθήτω δη πονηρία αμαρτωλών και κατευθυνείς δίκαιον ετάζων καρδίας και νεφρούς ο θεός δικαιώς 10η βοήθειά μου παρά του θεού του σώζοντος τους ευθείς τη καρδία 11ο θεός κριτής δίκαιος και ισχυρός και μακρόθυμος μη οργήν επάγων καθ΄ εκάστην ημέραν 12εάν μη επιστραφήτε την ρομφαίαν αυτού στιλβώσει το τόξον αυτού ενέτεινε και ητοίμασεν αυτό 13και εν αυτώ ητοίμασε σκεύη θανάτου τα βέλη αυτού τοις καιομένοις εξειργάσατο 14ιδού ωδίνησεν αδικίαν συνέλαβε πόνον και έτεκεν ανομίαν 15λάκκον ώρυξε και ανέσκαψεν αυτόν και εμπεσείται εις βόθρον ον ειργάσατο 16επιστρέψει ο πόνος αυτού εις κεφαλήν αυτού και επί κορυφήν αυτού η αδικία αυτού καταβήσεται 17εξομολογήσομαι τω κυρίω κατά την δικαιοσύνην αυτού και ψάλω τω ονόματι κυρίου του υψίστου
Copyright information for ABPGRK