Psalms 70

PSALM 70

The LORD is My Helper

εις το τέλος τω Δαυίδ εις ανάμνησιν εις το σώσαί με κύριον

1ο θεός εις την βοήθειάν μου πρόσχες κύριε εις το βοηθήσαί μοι σπεύσον 2αισχυνθήτωσαν και εντραπήτωσαν οι ζητούντες την ψυχήν μου αποστραφήτωσαν εις τα οπίσω και καταισχυνθήτωσαν οι βουλόμενοί μοι κακά 3αποστραφήτωσαν παραυτίκα αισχυνόμενοι οι λέγοντές μοι εύγε εύγε 4αγαλλιάσθωσαν και ευφρανθήτωσαν επί σοι πάντες οι ζητούντές σε ο θεός και λεγέτωσαν διαπαντός μεγαλυνθήτω ο κύριος οι αγαπώντες το σωτήριόν σου 5εγώ δε πτωχός και πένης ο θεός βοήθησόν μοι βοηθός μου και ρύστης μου ει συ κύριε μη χρονίσης
Copyright information for ABPGRK