Psalms 71

PSALM 71

The LORD is Our Endurance

τω Δαυιδ ψαλμός των υιών Ιωναδάβ και των πρώτως αιχμαλωτισθέντων

επί σοι κύριε ήλπισα μη καταισχυνθείην εις τον αιώνα εν τη δικαιοσύνη σου ρύσαί με και εξελού με κλίνον προς με το ους σου και σώσόν με γενού μοι εις θεόν υπερασπιστήν και εις τόπον οχυρόν του σώσαί με ότι στερέωμά μου και καταφυγή μου ει συ ο θεός μου ρύσαί με εκ χειρός αμαρτωλού εκ χειρός παρανομούντος και αδικούντος ότι συ ει η υπομονή μου κύριε κύριε η ελπίς μου εκ νεότητός μου επί σε επεστηρίχθην από γαστρός εκ κοιλίας μητρός μου συ μου ει σκεπαστής εν σοι η ύμνησίς μου διαπαντός ωσεί τέρας εγενήθην τοις πολλοίς και συ βοηθός μου κραταιός πληρωθήτω το στόμα μου αινέσεως όπως υμνήσω την δόξαν σου όλην την ημέραν την μεγαλοπρέπειάν σου μη απορρίψης με εις καιρόν γήρους εν τω εκλείπειν την ισχύν μου μη εγκαταλίπης με

Make The LORD Known to Each Generation

10 ότι είπον οι εχθροί μου εμοί και οι φυλάσσοντες την ψυχήν μου εβουλεύσαντο επιτοαυτό 11 λέγοντες ο θεός εγκατέλιπεν αυτόν καταδιώξατε και καταλάβετε αυτόν ότι ουκ έστιν ο ρυόμενος 12 ο θεός μου μη μακρύνης απ΄ εμού ο θεός μου εις την βοήθειάν μου πρόσχες 13 αισχυνθήτωσαν και εκλιπέτωσαν οι ενδιαβάλλοντες την ψυχήν μου περιβαλλέσθωσαν αισχύνην και εντροπήν οι ζητούντες τα κακά μοι 14 εγώ δε διαπαντός ελπιώ επί σε και προσθήσω επί πάσαν την αίνεσίν σου 15 το στόμα μου αναγγελεί την δικαιοσύνην σου όλην την ημέραν την σωτηρίαν σου ότι ουκ έγνων γραμματείας 16 εισελεύσομαι εν δυναστεία κυρίου κύριε μνησθήσομαι της δικαιοσύνης σου μόνου 17 εδίδαξάς με ο θεός εκ νεότητός μου και μέχρι του νυν απαγγελώ τα θαυμάσιά σου 18 και έως γήρους και πρεσβείου ο θεός μου μη εγκαταλίπης με έως αν απαγγειλώ τον βραχίονά σου τη γενεά πάση τη ερχομένη 19 την δυναστείαν σου και την δικαιοσύνην σου ο θεός έως των υψίστων α εποίησάς μοι μεγαλεία ο θεός τις όμοιός σοι 20 όσας έδειξάς μοι θλίψεις πολλάς και κακάς και επιστρέψας εζωοποίησάς με και εκ των αβύσσων της γης ανήγαγές με 21 επλεόνασας επ΄ εμέ την μεγαλωσύνην σου και επιστρέψας παρεκάλεσάς με και εκ των αβύσσων της γης πάλιν ανήγαγές με 22 και γαρ εγώ εξομολογήσομαί σοι εν λαοίς κύριε εν σκεύει ψαλμού την αλήθειαν σου ο θεός ψαλώ σοι εν κιθάρα ο άγιος του Ισραήλ 23 αγαλλιάσονται τα χείλη μου όταν ψαλώ σοι και η ψυχή μου ην ελυτρώσω 24 έτι δε και η γλωσσά μου όλην την ημέραν μελετήσει την δικαιοσύνην σου όταν αισχυνθώσι και εντραπώσιν οι ζητούντες τα κακά μοι
Copyright information for ABPGRK