Psalms 76

PSALM 76

Acknowledge The LORD

εις το τέλος εν ύμνοις ψαλμός τω Ασάφ ωδή προς τον Ασσύριον

γνωστός εν τη Ιουδαία ο θεός εν τω Ισραήλ μέγα το όνομα αυτού και εγενήθη εν ειρήνη ο τόπος αυτού και το κατοικητήριον αυτού εν Σιών εκεί συνέτριψε τα κράτη των τόξων όπλον και ρομφαίαν και πόλεμον φωτίζεις συ θαυμαστώς από ορέων αιωνίων εταράχθησαν πάντες οι ασύνετοι τη καρδία ύπνωσαν ύπνον αυτών και ουχ εύρον ουδέν πάντες οι άνδρες του πλούτου ταις χερσίν αυτών από επιτιμήσεώς σου ο θεός Ιακώβ ενύσταξαν οι επιβεβηκότες τοις ίπποις συ φοβερός ει και τις αντιστήσεταί σοι από πότε η οργή σου εκ του ουρανού ηκούτισας κρίσιν γη εφοβήθη και ησύχασεν εν τω αναστήναι εις κρίσιν τον θεόν του σώσαι πάντας τους πραείς τη γης διάψαλμα 10 ότι ενθύμιον ανθρώπου εξομολογήσεταί σοι και εγκατάλειμμα ενθυμίου εορτάσει σοι 11 εύξασθε και απόδοτε κυρίω τω θεώ ημών πάντες οι κύκλω αυτού οίσουσι δώρα 12 τω φοβερώ και αφαιρουμένω πνεύματα αρχόντων φοβερώ παρά τοις βασιλεύσι της γης
Copyright information for ABPGRK