Psalms 77

PSALM 77

The LORD is Powerful

εις το τέλος υπέρ Ιδιθούμ ψαλμός τω Ασάφ

φωνή μου προς κύριον εκέκραξα φωνή μου προς τον θεόν και προσέσχε μοι εν ημέρα θλίψεώς μου τον θεόν εξεζήτησα ταις χερσί μου νυκτός εναντίον αυτού και ουκ ηπατήθην απηνήνατο παρακληθήναι η ψυχή μου εμνήσθην του θεού και ευφράνθην ηδολέσχησα και ωλιγοψύχησε το πνεύμά μου διάψαλμα προκατελάβοντο φυλακάς οι οφθαλμοί μου εταράχθην και ουκ ελάλησα διελογισάμην ημέρας αρχαίας και έτη αιώνια εμνήσθην και εμελέτησα νυκτός μετά της καρδίας μου ηδολέσχουν και έσκαλλε το πνεύμά μου μη εις τους αιώνας απώσεται κύριος και ου προσθήσει του ευδοκήσαι έτι η εις τέλος το έλεος αυτού αποκόψει συνετέλεσε ρήμα από γενεάς εις γενεάν μη επιλήσεται του οικτειρήσαι ο θεός η συνέξει εν τη οργή αυτού τους οικτιρμούς αυτού διάψαλμα 10 και είπα νυν ηρξάμην αύτη η αλλοίωσις της δεξιάς του υψίστου 11 εμνήσθην των έργων κυρίου ότι μνησθήσομαι από της αρχής των θαυμασίων σου 12 και μελετήσω εν πάσι τοις έργοις σου και εν τοις επιτηδεύμασί σου αδολεσχήσω 13 ο θεός εν τω αγίω η οδός σου τις θεός μέγας ως ο θεός ημών 14 συ ει ο θεός ο ποιών θαυμάσια εγνώρισας εν τοις λαοίς την δύναμίν σου 15 ελυτρώσω εν τω βραχίονί σου τον λαόν σου τους υιούς Ιακώβ και Ιωσήφ 16 είδοσάν σε ύδατα ο θεός είδοσάν σε ύδατα και εφοβήθησαν εταράχθησαν άβυσσοι 17 πλήθος ήχους υδάτων φωνήν έδωκαν αι νεφέλαι και γαρ τα βέλη σου διαπορεύονται 18 φωνή της βροντής σου εν τω τροχώ έφαναν αι αστραπαί σου τη οικουμενή εσαλεύθη και έντρομος εγενήθη η γη 19 εν τη θαλάσση αι οδοί σου και αι τρίβοι σου εν ύδασι πολλοίς και τα ίχνη σου ου γνωσθήσονται 20 ωδήγησας ως πρόβατα τον λαόν σου εν χειρί Μωυσή και Ααρών
Copyright information for ABPGRK