Psalms 79

PSALM 79

A Cry Unto The LORD

ψαλμός τω Ασάφ

ο θεός ήλθοσαν έθνη εις την κληρονομίαν σου εμίαναν τον ναόν τον άγιόν σου έθεντο Ιερουσαλήμ ως οπωροφυλάκιον έθεντο το θνησιμαία των δούλων σου βρώματα τοις πετεινοίς του ουρανού τας σάρκας των οσίων σου τοις θηρίοις της γης εξέχεαν το αίμα αυτών ωσεί ύδωρ κύκλω Ιερουσαλήμ και ουκ ην ο θάπτων εγενήθημεν όνειδος τοις γείτοσιν ημών μυκτηρισμός και χλευασμός τοις κύκλω ημών έως πότε κύριε οργισθήση εις τέλος εκκαυθήσεται ως πυρ ο ζήλός σου έκχεον την οργήν σου επί έθνη τα μη γινώσκοντά σε και επί βασιλείας αι το όνομά σου ουκ επεκαλέσαντο ότι κατέφαγον τον Ιακώβ και τον τόπον αυτού ηρήμωσαν μη μνησθής ημών ανομιών αρχαίων ταχύ προκαταλαβέτωσαν ημάς οι οικτιρμοί σου ότι επτωχεύσαμεν σφόδρα βοήθησον ημίν ο θεός ο σωτήρ ημών ένεκε της δόξης του ονόματός σου κύριε ρύσαι ημάς και ιλάσθητι ταις αμαρτίαις ημών ένεκε του ονόματός σου 10 μήποτε είπωσι τα έθνη που εστιν ο θεός αυτών και γνωσθήτω εν τοις έθνεσιν ενώπιον των οφθαλμών ημών η εκδίκησις του αίματος των δούλων σου του εκκεχυμένου 11 εισελθέτω ενώπιόν σου ο στεναγμός των πεπεδημένων κατά την μεγαλωσύνην του βραχίονός σου περιποίησαι τους υιούς των τεθανατωμένων 12 απόδος τοις γείτοσιν ημών επταπλασίονα εις τον κόλπον αυτών τον ονειδισμόν αυτών ον ωνείδισάν σε κύριε 13 ημείς δε λαός σου και πρόβατα νομής σου ανθομολογησόμεθά σοι ο θεός εις τον αιώνα εις γενεάν και γενεάν εξαγγελούμεν την αίνεσίν σου
Copyright information for ABPGRK