Psalms 81

PSALM 81

The LORD Leads Israel out of Egypt

εις το τέλος υπέρ των ληνών ψαλμός τω Ασάφ

αγαλλιάσθε τω θεώ τω βοηθώ ημών αλαλάξατε τω θεώ Ιακώβ λάβετε ψαλμόν και δότε τύμπανον ψαλτήριον τερπνόν μετά κιθάρας σαλπίσατε εν νεομηνία σάλπιγγι εν ευσήμω ημέρα εορτής υμών ότι πρόσταγμα τω Ισραήλ εστι και κρίμα τω θεώ Ιακώβ μαρτύριον εν τω Ισωήφ έθετο αυτόν εν τω εξελθείν αυτόν εκ γης Αιγύπτου γλώσσαν ην ουκ έγνω ήκουσεν απέστησεν από άρσεων τον νώτον αυτού αι χείρες αυτού εν τω κοφίνω εδούλευσαν εν θλίψει επεκαλέσω με και ερρυσάμην σε επήκουσά σου εν αποκρύφω καταιγίδος διάψαλμα εδοκίμασά σε επί ύδατος αντιλογίας άκουσον λαός μου και διαμαρτύρομαί σοι Ισραήλ εάν ακούσης μου ουκ έσται εν σοι θεός πρόσφατος ουδέ προσκυνήσεις θεώ αλλοτρίω 10 εγώ γαρ ειμι κύριος ο θεός σου ο αναγαγών σε εκ γης Αιγύπτου πλάτυνον το στόμα σου και πληρώσω αυτό 11 και ουκ ήκουσεν ο λαός μου της φωνής μου και Ισραήλ ου προσέσχε μοι 12 και εξαπέστειλα αυτούς κατά τα επιτηδεύματα των καρδιών αυτών πορεύσονται εν τοις επιτηδεύμασιν αυτών 13 ει ο λαός μου ήκουσέ μου Ισραήλ ταις οδοίς μου ει επορεύθη 14 εν τω μηδενί αν τους εχθρούς αυτών εταπείνωσα και επί τους θλίβοντας αυτούς επέβαλον αν την χείρά μου 15 οι εχθροί κυρίου εψεύσαντο αυτώ και έσται ο καιρός αυτών εις τον αιώνα 16 και εψώμισεν αυτούς εκ στέατος πυρού και εκ πέτρας μέλι εχόρτασεν αυτούς
Copyright information for ABPGRK