Psalms 82

PSALM 82

The Judge Acts As God

ψαλμός τω Ασάφ

1ο θεός έστη εν συναγωγή θεών εν μέσω δε θεούς διακρίνει 2έως πότε κρίνετε αδικίαν και πρόσωπα αμαρτωλών λαμβάνετε 3κρίνατε ορφανώ και πτωχώ ταπεινόν και πένητα δικαιώσατε 4εξέλεσθε πένητα και πτωχόν εκ χειρός αμαρτωλού ρύσασθε αυτόν 5ουκ έγνωσαν ουδέ συνήκαν εν σκότει διαπορεύονται σαλευθήσονται πάντα τα θεμέλια της γης 6εγώ είπα θεοί εστέ και υιοί υψίστου πάντες 7υμείς δε ως άνθρωποι αποθνήσκετε και ως εις των αρχόντων πίπτετε 8ανάστα ο θεός κρίνον την γην ότι συ κατακληρονομήσεις εν πάσι τοις έθνεσιν
Copyright information for ABPGRK