Psalms 84

PSALM 84

The Soul Longs for The LORD

εις το τέλος υπέρ των ληνών τοις υιοίς Κορέ ψαλμός

ως αγαπητά τα σκηνώματά σου κύριε των δυνάμεων επιποθεί και εκλείπει η ψυχή μου εις τας αυλάς του κυρίου η καρδία μου και η σαρξ μου ηγαλλιάσαντο επί θεόν ζώντα και γαρ στρουθίον εύρεν εαυτώ οικίαν και τρυγών νοσσιάν εαυτή ου θήσει τα νοσσία εαυτής τα θυσιαστήριά σου κύριε των δυνάμεων ο βασιλεύς μου και ο θεός μου μακάριοι οι κατοικούντες εν τω οίκω σου εις τους αιώνας των αιώνων αινέσουσί σε διάψαλμα μακάριος ανήρ ω εστιν η αντίληψις αυτώ παρά σου αναβάσεις εν τη καρδία αυτού διέθετο εις την κοιλάδα του κλαυθμώνος εις τον τόπον ον έθετο και γαρ ευλογίας δώσει ο νομοθετών πορεύσονται εκ δυνάμεως εις δύναμιν οφθήσεται ο θεός των θεών εν Σιών κύριε ο θεός των δυνάμεων εισάκουσον της προσευχής μου ενώτισαι ο θεός Ιακώβ διάψαλμα υπερασπιστά ημών ίδε ο θεός και επίβλεψον εις το πρόσωπον του χριστού σου 10 ότι κρείσσων ημέρα μία εν ταις αυλαίς σου υπέρ χιλιάδας εξελεξάμην παραρριπτείσθαι εν τω οίκω του θεού μου μάλλον η οικείν με επί σκηνώμασιν αμαρτωλών 11 ότι έλεον και αλήθειαν αγαπά κύριος ο θεός χάριν και δόξαν δώσει κύριος ου στερήσει τα αγαθά τοις πορευομένοις εν ακακία 12 κύριε ο θεός των δυνάμεων μακάριος άνθρωπος ο ελπίζων επί σε
Copyright information for ABPGRK