Psalms 86

PSALM 86

Deliver Your Servant

προσευχή τω Δαυίδ

1κλίνον κύριε το ους σου και επάκουσόν μου ότι πτωχός και πένης ειμί εγώ 2φύλαξον την ψυχήν μου ότι όσιός ειμι σώσον τον δούλόν σου ο θεός μου τον ελπίζοντα επί σε 3ελέησόν με κύριε ότι προς σε κεκράξομαι όλην την ημέραν 4εύφρανον την ψυχήν του δούλου σου ότι προς σε ήρα την ψυχήν μου 5ότι συ κύριε χρηστός και επιεικής και πολυέλεος πάσι τοις επικαλουμένοις σε 6ενώτισαι κύριε την προσευχήν μου και πρόσχες τη φωνή της δεήσεώς μου 7εν ημέρα θλίψεώς μου εκέκραξα προς σε ότι επήκουσάς μου 8ουκ έστιν όμοιός σοι εν θεοίς κύριε και ουκ έστι κατά τα έργα σου 9πάντα τα έθνη όσα εποίησας ήξουσι και προσκυνήσουσιν ενώπιόν σου κύριε και δοξάσουσι το όνομά σου 10ότι μέγας ει συ και ποιών θαυμάσια συ ει ο θεός μόνος 11οδήγησόν με κύριε εν τη οδώ σου και πορεύσομαι εν τη αληθεία σου ευφρανθήτω η καρδία μου του φοβείσθαι το όνομά σου 12εξομολογήσομαί σοι κύριε ο θεός μου εν όλη καρδία μου και δοξάσω το όνομά σου εις τον αιώνα 13ότι το έλεός σου μέγα επ΄ εμέ και ερρύσω την ψυχήν μου εξ άδου κατωτάτου 14ο θεός παράνομοι επανέστησαν επ΄ εμέ και συναγωγή κραταιών εζήτησαν την ψυχήν μου και ου προέθεντό σε ενώπιον αυτών 15και συ κύριε ο θεός μου οικτίρμων και ελεήμων μακρόθυμος και πολυέλεος και αληθινός 16επίβλεψον επ΄ εμέ και ελέησόν με δος το κράτος σου τω παιδί σου και σώσον τον υιόν της παιδίσκης σου 17ποίησον μετ΄ εμού σημείον εις αγαθόν και ιδέτωσαν οι μισούντές με και αισχυνθήτωσαν ότι συ κύριε εβοήθησάς μοι και παρεκάλεσάς με
Copyright information for ABPGRK