Psalms 88

PSALM 88

The LORD Hears the Destitute

ωδή ψαλμού τοις υιοίς Κορέ εις το τέλος υπέρ μαελέθ του αποκριθήναι συνέσεως Αιμάν τω Ισραηλίτη

κύριε ο θεός της σωτηρίας μου ημέρας εκέκραξα και εν νυκτί εναντίον σου εισελθέτω ενώπιόν σου η προσευχή μου κλίνον το ους σου εις την δέησίν μου ότι επλήσθη κακών η ψυχή μου και η ζωή μου τω άδη ήγγισε προσελογίσθην μετά των καταβαινόντων εις λάκκον εγενήθην ωσεί άνθρωπος αβοήθητος εν νεκροίς ελεύθερος ωσεί τραυματίαι καθεύδοντες εν τάφω ων ουκ εμνήσθης έτι και αυτοί εκ της χειρός σου απώσθησαν έθεντό με εν λάκκω κατωτάτω εν σκοτεινοίς και εν σκιά θανάτου επ΄ εμέ επεστηρίχθη ο θυμός σου και πάντας τους μετεωρισμούς σου επήγαγες επ΄ εμέ διάψαλμα εμάκρυνας τους γνωστούς μου απ΄ εμού έθεντό με βδέλυγμα εαυτοίς παρεδόθην και ουκ εξεπορευόμην οι οφθαλμοί μου ησθένησαν από πτωχείας εκέκραξα προς σε κύριε όλην την ημέραν διεπέτασα προς σε τας χείράς μου 10 μη τοις νεκροίς ποιήσεις θαυμάσια η ιατροί αναστήσουσι και εξομολογήσονταί σοι 11 μη διηγήσεταί τις εν τάφω το έλεός σου και την αλήθειάν σου εν τη απωλεία 12 μη γνωσθήσεται εν τω σκότει τα θαυμάσιά σου και η δικαιοσύνη σου εν γη επιλελησμένη 13 καγώ προς σε κύριε εκέκραξα και τοπρωϊ η προσευχή μου προφθάσει σε 14 ινατί κύριε απωθείς την ψυχήν μου αποστρέφεις το πρόσωπόν σου απ΄ εμού 15 πτωχός ειμι εγώ και εν κόποις εκ νεότητός μου υψωθείς δε εταπεινώθην και εξηπορήθην 16 επ΄ εμέ διήλθον αι οργαί σου οι φοβερισμοί σου εξετάραξάν με 17 εκύκλωσάν με ωσεί ύδωρ όλην την ημέραν περιέσχον με άμα 18 εμάκρυνας απ΄ εμού φίλον και πλησίον και τους γνωστούς μου από ταλαιπωρίας
Copyright information for ABPGRK