Psalms 89

PSALM 89

The Earth and Heavens Acknowledge The LORD

συνέσεως Αιθάμ τω Ισραηλίτη

τα ελέη σου κύριε εις τον αιώνα άσομαι εις γενεάν και γενεάν απαγγελώ την αλήθειαν σου εν τω στόματί μου ότι είπας εις τον αιώνα έλεος οικοδομηθήσεται εν τοις ουρανοίς ετοιμασθήσεται η αλήθειά σου διεθέμην διαθήκην τοις εκλεκτοίς μου ώμοσα Δαυίδ τω δούλω μου έως του αιώνος ετοιμάσω το σπέρμα σου και οικοδομήσω εις γενεάν και γενεάν τον θρόνον σου εξομολογήσονται οι ουρανοί τα θαυμάσιά σου κύριε και την αλήθειάν σου εν εκκλησία αγίων ότι τις εν νεφέλαις ισωθήσεται τω κυρίω ομοιωθήσεται τω κυρίω εν υιοίς θεού ο θεός ενδοξαζόμενος εν βουλή αγίων μέγας και φοβερός εστιν επί πάντας τους περικύκλω αυτού κύριε ο θεός των δυνάμεων τις όμοιός σοι δυνατός ει κύριε και η αλήθειά σου κύκλω σου συ δεσπόζεις του κράτους της θαλάσσης τον δε σάλον των κυμάτων αυτής συ καταπραύνεις 10 συ εταπείνωσας ως τραυματίαν υπερήφανον εν τω βραχίονι της δυνάμεώς σου διεσκόρπισας τους εχθρούς σου 11 σοι εισιν οι ουρανοί και ση εστιν η γη την οικουμένην και το πλήρωμα αυτής συ εθεμελίωσας 12 τον βορράν και θάλασσαν συ έκτισας Θαβώρ και Ερμών εν τω ονόματί σου αγαλλιάσονται 13 σος ο βραχίων μετά δυναστείας κραταιωθήτω η χειρ σου υψωθήτω η δεξιά σου 14 δικαιοσύνη και κρίμα ετοιμασία του θρόνου σου έλεος και αλήθεια προπορεύσονται προ προσώπου σου 15 μακάριος ο λαός ο γινώσκων αλαλαγμόν κύριε εν τω φωτί του προσώπου σου πορεύσονται 16 και εν τω ονόματί σου αγαλλιάσονται όλην την ημέραν και εν τη δικαιοσύνη σου υψωθήσονται 17 ότι το καύχημα της δυνάμεως αυτών συ ει και εν τη ευδοκία σου υψωθήσεται το κέρας ημών 18 ότι του κυρίου η αντίληψις και του αγίου Ισραήλ βασιλέως ημών 19 τότε ελάλησας εν οράσει τοις υιοίς σου και είπας εθέμην βοήθειαν επί δυνατόν ύψωσα εκλεκτόν εκ του λαού μου 20 εύρον Δαυίδ τον δούλόν μου εν ελαίω αγίω μου έχρισα αυτόν 21 η γαρ χειρ μου συναντιλήψεται αυτώ και ο βραχίων μου κατισχύσει αυτόν 22 ουκ ωφελήσει εχθρός εν αυτώ και υιός ανομίας ου προσθήσει του κακώσαι αυτόν 23 και συγκόψω από προσώπου αυτού τους εχθρούς αυτού και τους μισούντας αυτόν τροπώσομαι 24 και η αλήθειά μου και το έλεός μου μετ΄ αυτού και εν τω ονόματί μου υψωθήσεται το κέρας αυτού 25 και θήσομαι εν θαλάσση χείρα αυτού και εν ποταμοίς δεξιάν αυτού 26 αυτός επικαλέσεταί με πατήρ μου ει συ θεός μου και αντιλήπτωρ της σωτηρίας μου 27 καγώ πρωτότοκον θήσομαι αυτόν υψηλόν παρά τοις βασιλεύσι της γης 28 εις τον αιώνα φυλάξω αυτώ το έλεός μου και η διαθήκη μου πιστή αυτώ 29 και θήσομαι εις τον αιώνα του αιώνος το σπέρμα αυτού και τον θρόνον αυτού ως τας ημέρας του ουρανού 30 εάν εγκαταλίπωσιν οι υιοί αυτού τον νόμον μου και τοις κρίμασί μου μη πορευθώσιν 31 εάν τα δικαιώματά μου βεβηλώσωσι και τας εντολάς μου μη φυλάξωσιν 32 επισκέψομαι εν ράβδω τας ανομίας αυτών και εν μάστιξι τας αδικίας αυτών 33 το δε έλεός μου ου μη διασκεδάσω απ΄ αυτών ουδ΄ ου μη αδικήσω εν τη αληθεία μου 34 ουδ΄ ου μη βεβηλώσω την διαθήκην μου και τα εκπορευόμενα διά των χειλεών μου ου μη αθετήσω 35 άπαξ ώμοσα εν τω αγίω μου ει τω Δαυίδ ψεύσομαι 36 το σπέρμα αυτού εις τον αιώνα μενεί και ο θρόνος αυτού ως ο ήλιος εναντίον μου 37 και ως η σελήνη κατηρτισμένη εις τον αιώνα και ο μάρτυς εν ουρανώ πιστός διάψαλμα 38 συ δε απώσω και εξουδένωσας ανεβάλου τον χριστόν σου 39 κατέστρεψας την διαθήκην του δούλου σου εβεβήλωσας εις την γην το αγίασμα αυτού 40 καθείλες πάντας τους φραγμούς αυτού έθου τα οχυρώματα αυτού δειλίαν 41 διήρπαζον αυτόν πάντες οι διοδεύοντες οδόν εγενήθη όνειδος τοις γείτοσιν αυτού 42 ύψωσας την δεξιάν των θλιβόντων αυτόν εύφρανας πάντας τους εχθρούς αυτού 43 απέστρεψας την βοήθειαν της ρομφαίας αυτού και ουκ αντελάβου αυτού εν τω πολέμω 44 κατέλυσας από καθαρισμού αυτού τον θρόνον αυτού εις την γην κατέρραξας 45 εσμίκρυνας τας ημέρας του θρόνου αυτού κατέχεας αυτού αισχύνην 46 έως πότε κύριε αποστρέφη εις τέλος εκκαυθήσεται ως πυρ η οργή σου 47 μνήσθητι τις η υπόστασις μου μη γαρ ματαίως έκτισας πάντας τους υιούς των ανθρώπων 48 τις έστιν άνθρωπος ος ζήσεται και ουκ όψεται θάνατον ρύσεται την ψυχήν αυτού εκ χειρός άδου διάψαλμα 49 που εισι τα ελέη σου τα αρχαία κύριε α ώμοσας τω Δαυίδ εν τη αληθεία σου 50 μνήσθητι κύριε του ονειδισμού των δούλων σου ου υπέσχον εν τω κόλπω μου πολλών εθνών 51 ου ωνείδισαν οι εχθροί σου κύριε ου ωνείδισαν το αντάλλαγμα του χριστού σου 52 ευλογητός κύριος εις τον αιώνα γένοιτο γένοιτο
Copyright information for ABPGRK