Psalms 92

PSALM 92

The Most High is Just

ψαλμός ωδής εις την ημέραν του σαββάτου

αγαθόν το εξομολογείσθαι τω κυρίω και ψάλλειν τω ονόματί σου ύψιστε του αναγγέλλειν τοπρωϊ το έλεός σου και την αλήθειάν σου κατά νύκτα εν δεκαχόρδω ψαλτηρίω μετ΄ ωδής εν κιθάρα ότι εύφρανάς με κύριε εν τω ποιήματί σου και εν τοις έργοις των χειρών σου αγαλλιάσομαι ως εμεγαλύνθη τα έργα σου κύριε σφόδρα εβαθύνθησαν οι διαλογισμοί σου ανήρ άφρων ου γνώσεται και ασύνετος ου συνήσει ταύτα εν τω ανατείλαι τους αμαρτωλούς ωσεί χόρτον και διέκυψαν πάντες οι εργαζόμενοι την ανομίαν όπως αν εξολοθρευθώσιν εις τον αιώνα του αιώνος συ δε ύψιστος εις τον αιώνα κύριε ότι ιδού οι εχθροί σου κύριε ότι ιδού οι εχθροί σου απολούνται και διασκορπισθήσονται πάντες οι εργαζόμενοι την ανομίαν 10 και υψωθήσεται ως μονοκέρωτος το κέρας μου και το γήράς μου εν ελαίω πίονι 11 και επείδεν ο οφθαλμός μου εν τοις εχθροίς μου και εν τοις επανισταμένοις επ΄ εμέ πονηρευομένοις ακούσεται το ους μου 12 δίκαιος ως φοίνιξ ανθήσει ωσεί κέδρος η εν τω Λιβάνω πληθυνθήσεται 13 πεφυτευμένοι εν τω οίκω κυρίου εν ταις αυλαίς του θεού ημών εξανθήσουσιν 14 έτι πληθυνθήσονται εν γήρει πίονι και ευπαθούντες έσονται του αναγγείλαι 15 ότι ευθής κύριος ο θεός ημών και ουκ έστιν αδικία εν αυτώ
Copyright information for ABPGRK