Psalms 94

PSALM 94

The LORD Recompenses Evil

ψαλμός τω Δαυίδ τετράδι σαββάτου

θεός εκδικήσεων κύριος ο θεός εκδικήσεων επαρρησιάσατο υψώθητι ο κρίνων την γην απόδος ανταπόδοσιν τοις υπερηφάνοις έως πότε αμαρτωλοί κύριε έως πότε αμαρτωλοί καυχήσονται φθέγξονται και λαλήσουσιν αδικίαν λαλήσουσι πάντες οι εργαζόμενοι την ανομίαν τον λαόν σου κύριε εταπείνωσαν και την κληρονομίαν σου εκάκωσαν χήραν και ορφανόν απέκτειναν και προσήλυτον εφόνευσαν και είπαν ουκ όψεται κύριος ουδέ συνήσει ο θεός του Ιακώβ σύνετε δη άφρονες εν τω λαώ και μωροί ποτέ φρονήσατε ο φυτεύσας το ους ουχί ακούει η ο πλάσας τον οφθαλμόν ουχί κατανοεί 10 ο παιδεύων έθνη ουχί ελέγξει ο διδάσκων άνθρωπον γνώσιν 11 κύριος γινώσκει τους διαλογισμούς των ανθρώπων ότι εισί μάταιοι 12 μακάριος άνθρωπος ον αν παιδεύσης κύριε και εκ του νόμου σου διδάξης αυτόν 13 του πραύναι αυτόν αφ΄ ημερών πονηρών έως ου ορυγή τω αμαρτωλώ βόθρος 14 ότι ουκ απώσεται κύριος τον λαόν αυτού και την κληρονομίαν αυτού ουκ εγκαταλείψει 15 έως ου δικαιοσύνη επιστρέψει εις κρίσιν και εχόμενοι αυτής πάντες οι ευθείς τη καρδία διάψαλμα 16 τις αναστήσεταί μοι επί πονηρευομένοις η τις συμπαραστήσεταί μοι επί τοις εργαζομένοις την ανομίαν 17 ει μη ότι κύριος εβοήθησέ μοι παρά βραχύ παρώκησε τω άδη η ψυχή μου 18 ει έλεγον σεσάλευται ο πους μου το έλεός σου κύριε εβοήθει μοι 19 κατά το πλήθος των οδυνών μου εν τη καρδία μου αι παρακλήσεις σου εύφραναν την ψυχήν μου 20 μη συμπροσέσται σοι θρόνος ανομίας ο πλάσσων κόπον επί πρόσταγμα 21 θηρεύσουσιν επί ψυχήν δικαίου και αίμα αθώον καταδικάσονται 22 και εγένετό μοι κύριος εις καταφυγήν και ο θεός μου εις βοηθόν ελπίδος μου 23 και αποδώσει αυτοίς την ανομίαν αυτών και κατά την πονηρίαν αυτών αφανιεί αυτούς κύριος ο θεός
Copyright information for ABPGRK