Romans 1

CHAPTER 1

Chosen of Jesus Christ

1Παύλος δούλος Ιησού χριστού κλητός απόστολος αφωρισμένος εις ευαγγέλιον θεού 2ο προεπηγγείλατο διά των προφητών αυτού εν γραφαίς αγίαις 3περί του υιού αυτού του γενομένου εκ σπέρματος Δαβίδ κατά σάρκα 4του ορισθέντος υιού θεού εν δυνάμει κατά πνεύμα αγιωσύνης εξ αναστάσεως νεκρών Ιησού χριστού του κυρίου ημών 5δι΄ ου ελάβομεν χάριν και αποστολήν εις υπακοήν πίστεως εν πάσι τοις έθνεσιν υπέρ του ονόματος αυτού 6εν οις εστέ και υμείς κλητοί Ιησού χριστού 7πάσι τοις ούσιν εν Ρώμη αγαπητοίς θεού κλητοίς αγίοις χάρις υμίν και ειρήνη από θεού πατρός ημών και κυρίου Ιησού χριστού

Paul's Desire to Go to Rome

8πρώτον μεν ευχαριστώ τω θεώ μου διά Ιησού χριστού υπέρ πάντων υμών ότι η πίστις υμών καταγγέλλεται εν όλω τω κόσμω 9μάρτυς γαρ μου εστιν ο θεός ω λατρεύω εν τω πνεύματί μου εν τω ευαγγελίω του υιού αυτού ως αδιαλείπτως μνείαν υμών ποιούμαι πάντοτε επί των προσευχών μου 10δεόμενος ει πως ήδη ποτέ ευοδωθήσομαι εν τω θελήματι του θεού ελθείν προς υμάς 11επιποθώ γαρ ιδείν υμάς ίνα τι μεταδώ χάρισμα υμίν πνευματικόν εις το στηριχθήναι υμάς 12τούτο δε εστι συμπαρακληθήναι εν υμίν διά της εν αλλήλοις πίστεως υμών τε και εμού 13ου θέλω δε υμάς αγνοείν αδελφοί ότι πολλάκις προεθέμην ελθείν προς υμάς και εκωλύθην άχρι του δεύρο ίνα τινά καρπόν σχω και εν υμίν καθώς και εν τοις λοιποίς έθνεσιν 14Ελλησί τε και βαρβάροις σοφοίς τε και ανοήτοις οφειλέτης ειμί

The Just Shall Live of Belief

15ούτως το κατ΄ εμέ πρόθυμον και υμίν τοις εν Ρώμη ευαγγελίσασθαι 16ου γαρ επαισχύνομαι το ευαγγέλιον του χριστού δύναμις γαρ θεού εστιν εις σωτηρίαν παντί τω πιστεύοντι Ιουδαίω τε πρώτον και Έλληνι 17δικαιοσύνη γαρ θεού εν αυτώ αποκαλύπτεται εκ πίστεως εις πίστιν καθώς γέγραπται ο δε δίκαιος εκ πίστεως ζήσεται

God's Anger Uncovered

18αποκαλύπτεται γαρ οργή θεού απ΄ ουρανού επί πάσαν ασέβειαν και αδικίαν ανθρώπων των την αλήθειαν εν αδικία κατεχόντων 19διότι το γνωστόν του θεού φανερόν εστιν εν αυτοίς ο γαρ θεός αυτοίς εφανέρωσε 20τα γαρ αόρατα αυτού από κτίσεως κόσμου τοις ποιήμασιν νοούμενα καθοράται η τε αϊδιος αυτού δύναμις και θειότης εις το είναι αυτούς αναπολογήτους 21διότι γνόντες τον θεόν ουχ ως θεόν εδόξασαν η ευχαρίστησαν αλλ΄ εματαιώθησαν εν τοις διαλογισμοίς αυτών και εσκοτίσθη η ασύνετος αυτών καρδία 22φάσκοντες είναι σοφοί εμωράνθησαν 23και ήλλαξαν την δόξαν του αφθάρτου θεού εν ομοιώματι εικόνος φθαρτού ανθρώπου και πετεινών και τετραπόδων και ερπετών 24διό και παρέδωκεν αυτούς ο θεός εν ταις επιθυμίαις των καρδιών αυτών εις ακαθαρσίαν του ατιμάζεσθαι τα σώματα αυτών εν εαυτοίς 25οίτινες μετήλλαξαν την αλήθειαν του θεού εν τω ψεύδει και εσεβάσθησαν και ελάτρευσαν τη κτίσει παρά τον κτίσαντα ος εστιν ευλογητός εις τους αιώνας αμήν 26διά τούτο παρέδωκεν αυτούς ο θεός εις πάθη ατιμίας αι τε γαρ θήλειαι αυτών μετήλλαξαν την φυσικήν χρήσιν εις την παρά φύσιν 27ομοίως τε και οι άρρενες αφέντες την φυσικήν χρήσιν της θηλείας εξεκαύθησαν εν τη ορέξει αυτών εις αλλήλους άρσενες εν άρσεσι την ασχημοσύνην κατεργαζόμενοι και την αντιμισθίαν ην έδει της πλάνης αυτών εν εαυτοίς απολαμβάνοντες 28και καθώς ουκ εδοκίμασαν τον θεόν έχειν εν επιγνώσει παρέδωκεν αυτούς ο θεός εις αδόκιμον νουν ποιείν τα μη καθήκοντα 29πεπληρωμένους πάση αδικία πορνεία πονηρία πλεονεξία κακία μεστούς φθόνου φόνου έριδος δόλου κακοηθείας ψιθυριστάς 30καταλάλους θεοστυγείς υβριστάς υπερηφάνους αλαζόνας εφευρετάς κακών γονεύσιν απειθείς 31ασυνέτους ασυνθέτους αστόργους ασπόνδους ανελεήμονας 32οίτινες το δικαίωμα του θεού επιγνόντες ότι οι τα τοιαύτα πράσσοντες άξιοι θανάτου εισίν ου μόνον αυτά ποιούσιν αλλά και συνευδοκούσι τοις πράσσουσι
Copyright information for ABPGRK