Romans 10

CHAPTER 10

Deliverance Offered to Jews and Greeks

αδελφοί η μεν ευδοκία της εμής καρδίας και η δέησις η προς τον θεόν υπέρ του Ισραήλ εστιν εις σωτηρίαν μαρτυρώ γαρ αυτοίς ότι ζήλον θεού έχουσιν αλλ΄ ου κατ΄ επίγνωσιν αγνοούντες γαρ την του θεού δικαιοσύνην και την ιδίαν δικαιοσύνην ζητούντες στήσαι τη δικαιοσύνη του θεού ουχ υπετάγησαν τέλος γαρ νόμου χριστός εις δικαιοσύνην παντί τω πιστεύοντι Μωϋσης γαρ γράφει την δικαιοσύνην την εκ του νόμου ότι ο ποιήσας αυτά άνθρωπος ζήσεται εν αυτοίς η δε εκ πίστεως δικαιοσύνη ούτως λέγει μη είπης εν τη καρδία σου τις αναβήσεται εις τον ουρανόν τουτ΄ έστι χριστόν καταγαγείν η τις καταβήσεται εις την άβυσσον τουτ΄ έστι χριστόν εκ νεκρών αναγαγείν αλλά τι λέγει εγγύς σου το ρήμά εστιν εν τω στόματί σου και εν τη καρδία σου τουτ΄ έστι το ρήμα της πίστεως ο κηρύσσομεν ότι εάν ομολογήσης εν τω στόματί σου κύριον Ιησούν και πιστεύσης εν τη καρδία σου ότι ο θεός αυτόν ήγειρεν εκ νεκρών σωθήση 10 καρδία γαρ πιστεύεται εις δικαιοσύνην στόματι δε ομολογείται εις σωτηρίαν 11 λέγει γαρ η γραφή πας ο πιστεύων επ΄ αυτώ ου καταισχυνθήσεται 12 ου γαρ εστι διαστολή Ιουδαίου τε και Έλληνος ο γαρ αυτός κύριος πάντων πλουτών εις πάντας τους επικαλουμένους αυτόν 13 πας γαρ ος αν επικαλέσηται το όνομα κυρίου σωθήσεται 14 πως ουν επικαλέσονται εις ον ουκ επίστευσαν πως δε πιστεύσουσιν ου ουκ ήκουσαν πως δε ακούσουσι χωρίς κηρύσσοντος 15 πως δε κηρύξουσιν εάν μη αποσταλώσι καθώς γέγραπται ως ωραίοι οι πόδες των ευαγγελιζομένων ειρήνην των ευαγγελιζομένων τα αγαθά 16 αλλ΄ ου πάντες υπήκουσαν τω ευαγγελίω Ησαϊας γαρ λέγει κύριε τις επίστευσε τη ακοή ημών 17 άρα η πίστις εξ ακοής η δε ακοή διά ρήματος θεού 18 αλλά λέγω μη ουκ ήκουσαν μενούνγε εις πάσαν την γην εξήλθεν ο φθόγγος αυτών και εις τα πέρατα της οικουμένης τα ρήματα αυτών 19 αλλά λέγω μη ουκ έγνω Ισραήλ πρώτος Μωυσής λέγει εγώ παραζηλώσω υμάς επ΄ ουκ έθνει επί έθνει ασυνέτω παροργιώ υμάς 20 Ησαϊας δε αποτολμά και λέγει ευρέθην τοις εμέ μη ζητούσιν εμφανής εγενόμην τοις εμέ μη επερωτώσι 21 προς δε τον Ισραήλ λέγει όλην την ημέραν εξεπέτασα τας χείράς μου προς λαόν απειθούντα και αντιλέγοντα
Copyright information for ABPGRK