Romans 11

CHAPTER 11

The Remnant of Israel

λέγω ούν μη απώσατο ο θεός τον λαόν αυτού μη γένοιτο και γαρ εγώ Ισραηλίτης ειμί εκ σπέρματος Αβραάμ φυλής Βενϊαμίν ουκ απώσατο ο θεός τον λαόν αυτού ον προέγνω η ουκ οίδατε εν Ηλία τι λέγει η γραφή ως εντυγχάνει τω θεώ κατά του Ισραήλ λέγων κύριε τους προφήτας σου απέκτειναν και τα θυσιαστήριά σου κατέσκαψαν καγώ υπελείφθην μόνος και ζητούσι την ψυχήν μου αλλά τι λέγει αυτώ ο χρηματισμός κατέλιπον εμαυτώ επτακισχιλίους άνδρας οίτινες ουκ έκαμψαν γόνυ τη Βάαλ ούτως ούν και εν τω νυν καιρώ λείμμα κατ΄ εκλογήν χάριτος γέγονεν ει δε χάριτι ουκέτι εξ έργων επεί η χάρις ουκέτι γίνεται χάρις ει δε εξ έργων ουκέτι εστί χάρις επεί το έργον ουκέτι εστίν έργον τι ούν ο επιζητεί Ισραήλ τούτου ουκ επέτυχεν η δε εκλογή επέτυχεν οι δε λοιποί επωρώθησαν καθώς γέγραπται έδωκεν αυτοίς ο θεός πνεύμα κατανύξεως οφθαλμούς του μη βλέπειν και ώτα του μη ακούειν έως της σήμερον ημέρας και Δαβίδ λέγει γενηθήτω η τράπεζα αυτών εις παγίδα και εις θήραν και εις σκάνδαλον και εις ανταπόδομα αυτοίς 10 σκοτισθήτωσαν οι οφθαλμοί αυτών του μη βλέπειν και τον νώτον αυτών διαπαντός σύγκαμψον

The Engrafted Branches

11 λέγω ούν μη έπταισαν ίνα πέσωσι μη γένοιτο αλλά τω αυτών παραπτώματι η σωτηρία τοις έθνεσιν εις το παραζηλώσαι αυτούς 12 ει δε το παράπτωμα αυτών πλούτος κόσμου και το ήττημα αυτών πλούτος εθνών πόσω μάλλον το πλήρωμα αυτών 13 υμίν γαρ λέγω τοις έθνεσιν εφ΄ όσον μεν ειμι εγώ εθνών απόστολος την διακονίαν μου δοξάζω 14 είπως παραζηλώσω μου την σάρκα και σώσω τινάς εξ αυτών 15 ει γαρ η αποβολή αυτών καταλλαγή κόσμου τις η πρόσληψις ει μη ζωη εκ νεκρών 16 ει δε η απαρχή αγία και το φύραμα και ει η ρίζα αγία και οι κλάδοι 17 ει δε τινες των κλάδων εξεκλάσθησαν συ δε αγριέλαιος ων ενεκεντρίσθης εν αυτοίς και συγκοινωνός της ρίζης και της πιότητος της ελαίας εγένου 18 μη κατακαυχώ των κλάδων ει δε κατακαυχάσαι ου συ την ρίζαν βαστάζεις αλλά η ρίζα σε 19 ερείς ούν εξεκλάσθησαν οι κλάδοι ίνα εγώ εγκεντρισθώ 20 καλώς τη απιστία εξεκλάσθησαν συ δε τη πίστει έστηκας μη υψηλοφρόνει αλλά φοβού 21 ει γαρ ο θεός των κατά φύσιν κλάδων ουκ εφείσατο μήπως ουδέ σου φείσεται 22 ίδε ούν χρηστότητα και αποτομίαν θεού επί μεν τους πεσόντας αποτομίαν επί δε σε χρηστότητα εάν επιμείνης τη χρηστότητι επεί και συ εκκοπήση 23 και εκείνοι δε εάν μη επιμείνωσι τη απιστία εγκεντρισθήσονται δυνατός γαρ εστιν ο θεός πάλιν εγκεντρίσαι αυτούς 24 ει γαρ συ εκ της κατά φύσιν εξεκόπης αγριελαίου και παρά φύσιν ενεκεντρίσθης εις καλλιέλαιον πόσω μάλλον ούτοι οι κατά φύσιν εγκεντρισθήσονται τη ιδία ελαία

Future Deliverance for Israel

25 ου γαρ θέλω υμάς αγνοείν αδελφοί το μυστήριον τούτο ίνα μη ήτε παρ΄ εαυτοίς φρόνιμοι ότι πώρωσις από μέρους τω Ισραήλ γέγονεν άχρις ου το πλήρωμα των εθνών εισέλθη 26 και ούτω πας Ισραήλ σωθήσεται καθώς γέγραπται ήξει εκ Σιών ο ρυόμενος και αποστρέψει ασεβείας από Ιακώβ 27 και αύτη αυτοίς η παρ΄ εμού διαθήκη όταν αφέλωμαι τας αμαρτίας αυτών 28 κατά μεν το ευαγγέλιον εχθροί δι υμάς κατά δε την εκλογήν αγαπητοί διά τους πατέρας 29 αμεταμέλητα γαρ τα χαρίσματα και η κλήσις του θεού 30 ώσπερ γαρ και υμείς ποτέ ηπειθήσατε τω θεώ νυν δε ηλεήθητε τη τούτων απειθεία 31 ούτω και ούτοι νυν ηπείθησαν τω υμετέρω ελέει ίνα και αυτοί ελεηθώσι 32 συνέκλεισε γαρ ο θεός τους πάντας εις απείθειαν ίνα τους πάντας ελεήση 33 ω βάθος πλούτου και σοφίας και γνώσεως θεού ως ανεξερεύνητα τα κρίματα αυτού και ανεξιχνίαστοι αι οδοί αυτού 34 τις γαρ έγνω νουν κυρίου η τις σύμβουλος αυτού εγένετο 35 η τις προέδωκεν αυτώ και ανταποδοθήσεται αυτώ 36 ότι εξ αυτού και δι΄ αυτού και εις αυτόν τα πάντα αυτώ η δόξα εις τους αιώνας αμήν
Copyright information for ABPGRK